<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="41"><p>ἀλλὰ γὰρ οὐκ ἐν τοῖς λόγοις χρὴ τούτοις<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ἐν τοῖς λόγοις χρὴ τούτοις Γ· ἐν τοῖς λόγοις χρὴ περὶ τῶν ἐπιτηδευμάτων</foreign> vulg.</note> ζητεῖν τὰς καινότητας, ἐν οἷς οὔτε παράδοξον οὔτʼ
          ἄπιστον οὔτʼ ἔξω τῶν νομιζομένων οὐδὲν ἔξεστιν εἰπεῖν, ἀλλʼ ἡγεῖσθαι τοῦτον χαριέστατον,
          ὃς ἂν τῶν διεσπαρμένων ἐν ταῖς τῶν ἄλλων διανοίαις ἀθροῖσαι τὰ πλεῖστα δυνηθῇ καὶ φράσαι
          κάλλιστα περὶ αὐτῶν. </p></div><div subtype="section" type="textpart" n="42"><p>ἐπεὶ κἀκεῖνό μοι πρόδηλον ἦν, ὅτι τὰ συμβουλεύοντα καὶ τῶν ποιημάτων καὶ τῶν συγγραμμάτων
          μάτων χρησιμώτατα μὲν ἅπαντες νομίζουσιν, οὐ μὴν ἥδιστά γʼ αὐτῶν ἀκούουσιν, ἀλλὰ
          πεπόνθασιν ὅπερ πρὸς τοὺς νουθετοῦντας· καὶ γὰρ ἐκείνους ἐπαινοῦσι μέν, πλησιάζειν δὲ
          βούλονται τοῖς συνεξαμαρτάνουσιν ἀλλʼ οὐ τοῖς ἀποτρέπουσιν. </p></div></div></body></text></TEI>