<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="29"><p>ταῖς αὐταῖς κόλαζε ζημίαις τοὺς ψευδῶς διαβάλλοντας, αἷσπερ τοὺς ἐξαμαρτάνοντας.</p><p>ἄρχε σαυτοῦ μηδὲν ἧττον ἢ τῶν ἄλλων, καὶ τοῦθʼ ἡγοῦ βασιλικώτατον, ἂν μηδεμιᾷ δουλεύῃς
          τῶν ἡδονῶν, ἀλλὰ κρατῆς τῶν ἐπιθυμιῶν μᾶλλον ἢ τῶν πολιτῶν. μηδεμίαν συνουσίαν εἰκῇ
          προσδέχου μηδʼ ἀλογίστως, ἀλλʼ ἐπʼ ἐκείναις ταῖς διατριβαῖς ἔθιζε σαυτὸν χαίρειν, ἐξ ὧν
          αὐτός τʼ ἐπιδώσεις καὶ τοῖς ἄλλοις βελτίων εἶναι δόξεις. </p></div><div subtype="section" type="textpart" n="30"><p>μὴ φαίνου φιλοτιμούμενος ἐπὶ τοῖς τοιούτοις ἃ καὶ τοῖς κακοῖς διαπράξασθαι δυνατόν ἐστιν,
          ἀλλʼ ἐπʼ ἀρετῇ μέγα φρονῶν, ἧς οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν. νόμιζε τῶν τιμῶν
          ἀληθεστάτας εἶναι μὴ τὰς ἐν τῷ φανερῷ μετὰ δέους γιγνομένας, ἀλλʼ ὅταν αὐτοὶ παρʼ αὑτοῖς
          ὄντες μᾶλλόν σου τὴν γνώμην ἢ τὴν τύχην θαυμάζωσιν. λάνθανε μέν, ἢν ἐπὶ τῴ σοι συμβῇ τῶν
          φαύλων χαίρειν, ἐνδείκνυσο δὲ περὶ τὰ μέγιστα σπουδάζων. </p></div></div></body></text></TEI>