<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="15"><p>ἄρχεσθαι μὲν οὖν ἐντεῦθεν χρὴ τοὺς μέλλοντάς τι τῶν δεόντων ποιήσειν, πρὸς δὲ τούτοις
          φιλάνθρωπον εἶναι δεῖ καὶ φιλόπολιν· οὔτε γὰρ ἵππων οὔτε κυνῶν οὔτʼ ἄλλου πράγματος
          οὐδενὸς οἷόν τε καλῶς ἄρχειν, ἂν μή τις χαίρῃ τούτοις ὧν αὐτὸν δεῖ ποιεῖσθαι τὴν
          ἐπιμέλειαν. μελέτω σοι τοῦ πλήθους, καὶ περὶ παντὸς ποιοῦ κεχαρισμένως αὐτοῖς ἄρχειν, </p></div><div subtype="section" type="textpart" n="16"><p>γιγνώσκων ὅτι καὶ τῶν ὀλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειῶν αὗται πλεῖτον χρόνον
          διαμένουσιν, αἵ τινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύωσιν. καλῶς δὲ δημαγωγήσεις, ἔαν μήθʼ
          ὑβρίζειν τὸν ὄχλον ἐᾷς μήθʼ ὑβριζόμενον περιορᾷς, ἀλλὰ σκοπῇς ὅπως οἱ βέλτιστοι μὲν τὰς
          τιμὰς ἕξουσιν, οἱ δʼ ἄλλοι μηδὲν ἀδικήσονται· ταῦτα γὰρ στοιχεῖα πρῶτα καὶ μέγιστα χρηστῆς
          πολιτείας ἐστίν. </p></div><div subtype="section" type="textpart" n="17"><p>τῶν προσταγμάτων καὶ τῶν ἐπιτηδευμάτων κίνει καὶ μετατίθει τὰ μὴ καλῶς καθεστῶτα, καὶ
          μάλιστα μὲν εὑρετὴς γίγνου τῶν βελτίστων, εἰ δὲ μή, μιμοῦ τὰ παρὰ τοῖς ἄλλοις ὀρθῶς
          ἔχοντα. ζήτει νόμους τὸ μὲν σύμπαν δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς
          ὁμολογουμένους, πρὸς δὲ τούτοις οἵ τινες τὰς μὲν ἀμφισβητήσεις ὡς ἐλαχίστας τὰς δὲ
          διαλύσεις ὡς οἷόν τε ταχίστας τοῖς πολίταις ποιοῦσι· ταῦτα γὰρ ἅπαντα προσεῖναι δεῖ τοῖς
          καλῶς κειμένοις νόμοις. </p></div><div subtype="section" type="textpart" n="18"><p>τὰς μὲν ἐργασίας αὐτοῖς καθίστη κερδαλέας, τὰς δὲ πραγματείας ἐπιζημίους, ἵνα τὰς μὲν
          φεύγωσι, πρὸς δὲ τὰς προθυμότερον ἔχωσιν. τὰς κρίσεις ποιοῦ περὶ ὧν ἂν πρὸς ἀλλήλους
          ἀμφισβητῶσι, μὴ πρὸς χάριν μηδʼ ἐναντίας ἀλλήλαις, ἀλλʼ ἀεὶ ταὐτὰ περὶ τῶν αὐτῶν γίγνωσκε·
          καὶ γὰρ πρέπει καὶ συμφέρει τὴν τῶν βασιλέων γνώμην ἀκινήτως ἔχειν περὶ τῶν δικαίων, ὥσπερ
          τοὺς νόμους τοὺς καλῶς κειμένους. οἴκει τὴν πόλιν ὁμοίως ὥσπερ τὸν πατρῷον οἶκον, </p></div></div></body></text></TEI>