<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg013.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="1"><p> οἱ μὲν εἰωθότες, ὦ Νικόκλεις, τοῖς βασιλεῦσιν ὑμῖν ἐσθῆτας ἄγειν ἢ χαλκὸν ἢ χρυσὸν
          εἰργασμένον ἢ τῶν ἄλλων τι τῶν τοιούτων κτημάτων, ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν ὑμεῖς δὲ
          πλουτεῖτε, λίαν ἔδοξαν εἶναί μοι καταφανεῖς οὐ δόσιν ἀλλʼ ἐμπορίαν ποιούμενοι, καὶ πολὺ
          τεχνικώτερον αὐτὰ πωλοῦντες τῶν ὁμολογούντων καπηλεύειν· </p></div><div subtype="section" type="textpart" n="2"><p> ἡγησάμην δʼ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησιμωτάτην καὶ μάλιστα πρέπουσαν
          ἐμοί τε δοῦναι καὶ σοὶ λαβεῖν, εἰ δυνηθείην ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμενος καὶ
            τίνων<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">τίνων Γ·
              τίνων ἔργων</foreign> vulg.</note> ἀπεχόμενος ἄριστʼ ἂν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν
          διοικοίης.</p><p>τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα, μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλʼ ἀναγκάζεσθαι
          περὶ τοῦ βίου καθʼ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι, </p></div></div></body></text></TEI>