οἶμαι δὲ περὶ μὲν τούτων οὐ τολμήσειν αὐτοὺς ἀναισχυντεῖν, ἐπʼ ἐκεῖνον δὲ τρέψεσθαι τὸν λόγον, ὡς μετὰ Λακεδαιμονίων ἐπολεμοῦμεν, καὶ πάσῃ τῇ συμμαχίᾳ διαφθείραντες ἡμᾶς τὰ συμφέροντα πεποιήκασιν. ἐγὼ δʼ ἡγοῦμαι μὲν χρῆναι μηδεμίαν μήτʼ αἰτίαν μήτε κατηγορίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν· οὐ μὴν ἀλλʼ εἰ δεῖ τινὰς κακῶς παθεῖν διὰ τὴν Λακεδαιμονίων συμμαχίαν, οὐκ ἂν Πλαταιεῖς ἐξ ἁπάντων τῶν Ἑλλήνων προὐκρίθησαν δικαίως· οὐ γὰρ ἑκόντες, ἀλλʼ ἀναγκασθέντες αὐτοῖς ἐδουλεύομεν. τίς γὰρ ἂν πιστεύσειεν εἰς τοῦθʼ ἡμᾶς ἀνοίας ἐλθεῖν ὥστε περὶ πλείονος ποιήσασθαι τοὺς ἐξανδραποδισαμένους ἡμῶν τὴν πατρίδα μᾶλλον ἢ τοὺς τῆς πόλεως τῆς αὑτῶν μεταδόντας; ἀλλὰ γάρ, οἶμαι, χαλεπὸν ἦν νεωτερίζειν αὐτοὺς μὲν μικρὰν πόλιν οἰκοῦντας, ἐκείνων δʼ οὕτω μεγάλην δύναμιν κεκτημένων, ἔτι δὲ πρὸς τούτοις ἁρμοστοῦ καθεστῶτος καὶ φρουρᾶς ἐνούσης καὶ τηλικούτου στρατεύματος ὄντος Θεσπιᾶσιν, ὑφʼ ὧν οὐ μόνον ἂν θᾶττον ἢ Θηβαίων διεφθάρημεν, ἀλλὰ καὶ δικαιότερον· τούτους μὲν γὰρ εἰρήνης οὔσης οὐ προσῆκε μνησικακεῖν περὶ τῶν τότε γεγενημένων, ἐκεῖνοι δʼ ἐν τῷ πολέμῳ προδοθέντες εἰκότως ἂν παρʼ ἡμῶν τὴν μεγίστην δίκην ἐλάμβανον. ἡγοῦμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πολλοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τοῖς μὲν σώμασι μετʼ ἐκείνων ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μεθʼ ὑμῶν ἦσαν. οὓς τίνα χρὴ προσδοκᾶν γνώμην ἕξειν, ἢν ἀκούσωσιν ὅτι Θηβαῖοι τὸν δῆμον τὸν Ἀθηναίων πεπείκασιν ὡς οὐδενός ἐστι φειστέον τῶν ὑπὸ Λακεδαιμονίοις γενομένων;