<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="76"><p>οὐ γὰρ ὠλιγώρουν τῶν κοινῶν, οὐδʼ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δʼ ὡς ἀλλοτρίων, ἀλλʼ
          ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δʼ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων· οὐδὲ πρὸς ἀργύριον
          τὴν εὐδαιμονίαν ἔκρινον, ἀλλʼ οὗτος ἐδόκει πλοῦτον ἀσφαλέστατον κεκτῆσθαι καὶ κάλλιστον,
          ὅστις τοιαῦτα τυγχάνοι πράττων ἐξ ὧν αὐτός τε μέλλοι μάλιστʼ εὐδοκιμήσειν καὶ τοῖς παισὶ
          μεγίστην δόξαν καταλείψειν. </p></div><div subtype="section" type="textpart" n="77"><p>οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν, οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν, ἀλλὰ
          δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πόλεως
          ἀποθνήσκειν, μᾶλλον δʼ ᾐσχύνοντʼ ἐπὶ τοῖς κοινοῖς ἁμαρτήμασιν ἢ νῦν ἐπὶ τοῖς ἰδίοις τοῖς
          σφετέροις αὐτῶν. </p></div><div subtype="section" type="textpart" n="78"><p> τούτων δʼ ἦν αἴτιον ὅτι τοὺς νόμους ἐσκόπουν ὅπως ἀκριβῶς καὶ καλῶς ἕξουσιν, οὐχ οὕτω
          τοὺς περὶ τῶν ἰδίων συμβολαίων ὡς τοὺς περὶ τῶν καθʼ ἑκάστην τὴν ἡμέραν ἐπιτηδευμάτων·
          ἠπίσταντο γὰρ ὅτι τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων, ἀλλʼ
          ἀπʼ ὀλίγων συνθημάτων ῥᾳδίως καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν ὁμονοήσουσιν. </p></div><div subtype="section" type="textpart" n="79"><p>οὕτω δὲ πολιτικῶς εἶχον, ὥστε καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους οὐχ ὁπότεροι τοὺς
          ἑτέρους ἀπολέσαντες τῶν λοιπῶν ἄρξουσιν, ἀλλʼ ὁπότεροι φθήσονται τὴν πόλιν ἀγαθόν τι
          ποιήσαντες· καὶ τὰς ἑταιρείας συνῆγον οὐχ ὑπὲρ τῶν συμφερόντων, ἀλλʼ ἐπὶ τῇ τοῦ πλήθους
          ὠφελείᾳ. </p></div><div subtype="section" type="textpart" n="80"><p>τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ τῶν ἄλλων διῴκουν, θεραπεύοντες ἀλλʼ οὐχ ὑβρίζοντες τοὺς
          Ἕλληνας, καὶ στρατηγεῖν οἰόμενοι δεῖν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν, καὶ μᾶλλον ἐπιθυμοῦντες
          ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν
          εὖ προσαγόμενοι τὰς πόλεις, ἀλλʼ οὐ βίᾳ καταστρεφόμενοι, </p></div></div></body></text></TEI>