<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="41"><p> τὴν τοίνυν ἄλλην διοίκησιν οὕτω φιλοξένως κατεσκευάσατο καὶ πρὸς ἅπαντας οἰκείως, ὥστε
          καὶ τοῖς χρημάτων δεομένοις καὶ τοῖς ἀπολαῦσαι τῶν ὑπαρχόντων ἐπιθυμοῦσιν ἀμφοτέροις
          ἁρμόττειν, καὶ μήτε τοῖς εὐδαιμονοῦσι μήτε τοῖς δυστυχοῦσιν ἐν ταῖς αὑτῶν ἀχρήστως ἔχειν,
          ἀλλʼ ἑκατέροις αὐτῶν εἶναι παρʼ ἡμῖν, τοῖς μὲν ἡδίστας διατριβάς, τοῖς δὲ ἀσφαλεστάτην
          καταφυγήν. </p></div><div subtype="section" type="textpart" n="42"><p>ἔτι δὲ τὴν χώραν οὐκ αὐτάρκη κεκτημένων ἑκάστων, ἀλλὰ τὰ μὲν ἐλλείπουσαν τὰ δὲ πλείω τῶν
          ἱκανῶν φέρουσαν, καὶ πολλῆς ἀπορίας οὔσης τὰ μὲν ὅπου χρὴ διαθέσθαι τὰ δʼ ὁπόθεν
          εἰσαγαγέσθαι, καὶ ταύταις ταῖς συμφοραῖς ἐπήμυνεν· ἐμπόριον γὰρ ἐν μέσῳ τῆς Ἑλλάδος τὸν
          Πειραιᾶ κατεσκευάσατο, τοσαύτην ἔχονθʼ ὑπερβολήν, ὥσθʼ ἃ παρὰ τῶν ἄλλων ἓν παρʼ ἑκάστων
          χαλεπόν ἐστι λαβεῖν, ταῦθʼ ἅπαντα παρʼ αὐτῆς ῥᾴδιον εἶναι πορίσασθαι. </p></div><div subtype="section" type="textpart" n="43"><p> τῶν τοίνυν τὰς πανηγύρεις καταστησάντων δικαίως ἐπαινουμένων ὅτι τοιοῦτον ἔθος ἡμῖν
          παρέδοσαν, ὥστε σπεισαμένους πρὸς ἀλλήλους καὶ τὰς ἔχθρας τὰς ἐνεστηκυίας διαλυσαμένους
          συνελθεῖν εἰς ταὐτόν, καὶ μετὰ ταῦτʼ εὐχὰς καὶ θυσίας κοινὰς ποιησαμένους ἀναμνησθῆναι μὲν
          τῆς συγγενείας τῆς πρὸς ἀλλήλους ὑπαρχούσης, εὐμενεστέρως δʼ εἰς τὸν λοιπὸν χρόνον
          διατεθῆναι πρὸς ἡμᾶς αὐτούς, καὶ τάς τε παλαιὰς ξενίας ἀνανεώσασθαι καὶ καινὰς ἑτέρας
          ποιήσασθαι, </p></div><div subtype="section" type="textpart" n="44"><p>καὶ μήτε τοῖς ἰδιώταις μήτε τοῖς διενεγκοῦσι τὴν φύσιν ἀργὸν εἶναι τὴν διατριβήν, ἀλλʼ
          ἀθροισθέντων τῶν Ἑλλήνων ἐγγενέσθαι τοῖς μὲν ἐπιδείξασθαι τὰς αὑτῶν εὐτυχίας, τοῖς δὲ
          θεάσασθαι τούτους πρὸς ἀλλήλους ἀγωνιζομένους, καὶ μηδετέρους ἀθύμως διάγειν, ἀλλʼ
          ἑκατέρους ἔχειν ἐφʼ οἷς φιλοτιμηθῶσιν, οἱ μὲν ὅταν ἴδωσι τοὺς ἀθλητὰς αὑτῶν ἕνεκα
          πονοῦντας, οἱ δʼ ὅταν ἐνθυμηθῶσιν ὅτι πάντες ἐπὶ τὴν σφετέραν θεωρίαν ἥκουσι, — τοσούτων
          τοίνυν ἀγαθῶν διὰ τὰς συνόδους ἡμῖν γιγνομένων οὐδʼ ἐν τούτοις ἡ πόλις ἡμῶν ἀπελείφθη.
        </p></div><div subtype="section" type="textpart" n="45"><p>καὶ γὰρ θεάματα πλεῖστα καὶ κάλλιστα κέκτηται, τὰ μὲν ταῖς δαπάναις ὑπερβάλλοντα, τὰ δὲ
          κατὰ τὰς τέχνας εὐδοκιμοῦντα, τὰ δʼ ἀμφοτέροις τούτοις διαφέροντα, καὶ τὸ πλῆθος τῶν
          εἰσαφικνουμένων ὡς ἡμᾶς τοσοῦτόν ἐστιν, ὥστʼ εἴ τι ἐν τῷ πλησιάζειν ἀλλήλοις ἀγαθόν ἐστι,
          καὶ τοῦθʼ ὑπʼ αὐτῆς περιειλῆφθαι. πρὸς δὲ τούτοις καὶ φιλίας εὑρεῖν πιστοτάτας καὶ
          συνουσίαις ἐντυχεῖν παντοδαπωτάταις μάλιστα παρʼ ἡμῖν ἔστιν, ἔτι δʼ ἀγῶνας ἰδεῖν, μὴ μόνον
          τάχους καὶ ῥώμης, ἀλλὰ καὶ λόγων καὶ γνώμης καὶ τῶν ἄλλων ἔργων ἁπάντων, καὶ τούτων ἆθλα
          μέγιστα. </p></div></div></body></text></TEI>