<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="146"><p>ἀλλʼ ἐπειδὴ Κύρου τελευτήσαντος συνῆλθον ἅπαντες οἱ τὴν Ἀσίαν κατοικοῦντες, ἐν τούτοις
          τοῖς καιροῖς οὕτως αἰσχρῶς ἐπολέμησαν, ὥστε μηδένα λόγον ὑπολιπεῖν τοῖς εἰθισμένοις τὴν
          Περσῶν ἀνδρίαν ἐπαινεῖν. λαβόντες γὰρ ἑξακισχιλίους τῶν Ἑλλήνων οὐκ ἀριστίνδην
          ἐπειλεγμένους, ἀλλʼ οἳ διὰ φαυλότητα ἐν ταῖς αὑτῶν οὐχ οἷοί τʼ ἦσαν ζῆν, ἀπείρους μὲν τῆς
          χώρας ὄντας, ἐρήμους δὲ συμμάχων γεγενημένους, προδεδομένους δʼ ὑπὸ τῶν συναναβάντων,
          ἀπεστερημένους δὲ τοῦ στρατηγοῦ μεθʼ οὗ συνηκολούθησαν, </p></div><div subtype="section" type="textpart" n="147"><p>τοσοῦτον αὐτῶν ἥττους ἦσαν, ὥσθʼ ὁ βασιλεὺς ἀπορήσας τοῖς παροῦσι πράγμασι καὶ
          καταφρονήσας τῆς περὶ αὑτὸν δυνάμεως τοὺς ἄρχοντας τοὺς τῶν ἐπικούρων ὑποσπόνδους
          συλλαβεῖν ἐτόλμησεν, ὡς εἰ τοῦτο παρανομήσειε συνταράξων τὸ στρατόπεδον, καὶ μᾶλλον εἵλετο
          περὶ τοὺς θεοὺς ἐξαμαρτεῖν ἢ πρὸς ἐκείνους ἐκ τοῦ φανεροῦ διαγωνίσασθαι. </p></div><div subtype="section" type="textpart" n="148"><p>διαμαρτὼν δὲ τῆς ἐπιβουλῆς, καὶ τῶν στρατιωτῶν συμμεινάντων καὶ καλῶς ἐνεγκόντων τὴν
          συμφοράν, ἀπιοῦσιν αὐτοῖς Τισσαφέρνην καὶ τοὺς ἱππέας συνέπεμψεν, ὑφʼ ὧν ἐκεῖνοι παρὰ
          πᾶσαν ἐπιβουλευόμενοι τὴν ὁδὸν ὁμοίως διεπορεύθησαν ὡσπερανεὶ προπεμπόμενοι, μάλιστα μὲν
          φοβούμενοι τὴν ἀοίκητον τῆς χώρας, μέγιστον δὲ τῶν ἀγαθῶν νομίζοντες εἰ τῶν πολεμίων ὡς
          πλείστοις ἐντύχοιεν. </p></div><div subtype="section" type="textpart" n="149"><p>κεφάλαιον δὲ τῶν εἰρημένων· ἐκεῖνοι γὰρ οὐκ ἐπὶ λείαν ἐλθόντες οὐδὲ κώμην καταλαβόντες,
          ἀλλʼ ἐπʼ αὐτὸν τὸν βασιλέα στρατεύσαντες, ἀσφαλέστερον κατέβησαν τῶν περὶ φιλίας ὡς αὐτὸν
          πρεσβευόντων. ὥστε μοι δοκοῦσιν ἐν ἅπασι τοῖς τόποις σαφῶς ἐπιδεδεῖχθαι τὴν αὑτῶν
          μαλακίαν· καὶ γὰρ ἐν τῇ παραλίᾳ τῆς Ἀσίας πολλὰς μάχας ἥττηνται, καὶ διαβάντες εἰς τὴν
          Εὐρώπην δίκην ἔδοσαν (οἱ μὲν γὰρ αὐτῶν κακῶς ἀπώλοντο, οἱ δʼ αἰσχρῶς ἐσώθησαν), καὶ
          τελευτῶντες ὑπʼ αὐτοῖς τοῖς βασιλείοις καταγέλαστοι γεγόνασιν. </p></div><div subtype="section" type="textpart" n="150"><p> καὶ τούτων οὐδὲν ἀλόγως γέγονεν, ἀλλὰ πάντʼ εἰκότως ἀποβέβηκεν· οὐ γὰρ οἷόν τε τοὺς οὕτω
          τρεφομένους καὶ πολιτευομένους οὔτε τῆς ἄλλης ἀρετῆς μετέχειν οὔτʼ ἐν ταῖς μάχαις τρόπαιον
          ἱστάναι τῶν πολεμίων. πῶς γὰρ ἐν τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐγγενέσθαι δύναιτʼ ἂν ἢ
          στρατηγὸς δεινὸς ἢ στρατιώτης ἀγαθός, ὧν τὸ μὲν πλεῖστόν ἐστιν ὄχλος ἄτακτος καὶ κινδύνων
          ἄπειρος, πρὸς μὲν τὸν πόλεμον ἐκλελυμένος, πρὸς δὲ τὴν δουλείαν ἄμεινον τῶν παρʼ ἡμῖν
          οἰκετῶν πεπαιδευμένος, </p></div></div></body></text></TEI>