<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg011.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="101"><p>ἐγὼ δʼ ἡγοῦμαι πρῶτον μὲν οὐδὲν εἶναι τοῦτο σημεῖον ὡς κακῶς ἤρχομεν, εἴ τινες τῶν
          πολεμησάντων ἡμῖν σφόδρα φαίνονται κολασθέντες, ἀλλὰ πολὺ τόδε μεῖζον τεκμήριον ὡς καλῶς
          διῳκοῦμεν τὰ τῶν συμμάχων, ὅτι τῶν πόλεων τῶν ὑφʼ ἡμῖν οὐσῶν οὐδεμία ταύταις ταῖς
          συμφοραῖς περιέπεσεν. </p></div><div subtype="section" type="textpart" n="102"><p>ἔπειτʼ εἰ μὲν ἄλλοι τινὲς τῶν αὐτῶν πραγμάτων πραότερον ἐπεμελήθησαν, εἰκότως ἂν ἡμῖν
          ἐπιτιμῷεν· εἰ δὲ μήτε τοῦτο γέγονε μήθʼ οἷόν τʼ ἐστὶ τοσούτων πόλεων τὸ πλῆθος κρατεῖν, ἤν
          μή τις κολάζῃ τοὺς ἐξαμαρτάνοντας, πῶς οὐκ ἤδη δίκαιόν ἐστιν ἡμᾶς ἐπαινεῖν, οἵ τινες
          ἐλαχίστοις χαλεπήναντες πλεῖστον χρόνον τὴν ἀρχὴν κατασχεῖν ἠδυνήθημεν; </p></div><div subtype="section" type="textpart" n="103"><p> οἶμαι δὲ πᾶσι δοκεῖν τούτους κρατίστους προστάτας γενήσεσθαι τῶν Ἑλλήνων, ἐφʼ ὧν οἱ
          πειθαρχήσαντες ἄριστα τυγχάνουσι πράξαντες. ἐπὶ τοίνυν τῆς ἡμετέρας ἡγεμονίας εὑρήσομεν
          καὶ τοὺς οἴκους τοὺς ἰδίους πρὸς εὐδαιμονίαν πλεῖστον ἐπιδόντας καὶ τὰς πόλεις μεγίστας
          γενομένας. </p></div><div subtype="section" type="textpart" n="104"><p>οὐ γὰρ ἐφθονοῦμεν ταῖς αὐξανομέναις αὐτῶν, οὐδὲ ταραχὰς ἐνεποιοῦμεν πολιτείας ἐναντίας
          παρακαθιστάντες, ἵνʼ ἀλλήλοις μὲν στασιάζοιεν, ἡμᾶς δʼ ἀμφότεροι θεραπεύοιεν, ἀλλὰ τὴν τῶν
          συμμάχων ὁμόνοιαν κοινὴν ὠφέλειαν νομίζοντες τοῖς αὐτοῖς νόμοις ἁπάσας τὰς πόλεις
          διῳκοῦμεν, συμμαχικῶς ἀλλʼ οὐ δεσποτικῶς βουλευόμενοι περὶ αὐτῶν, ὅλων μὲν τῶν πραγμάτων
          ἐπιστατοῦντες, </p></div><div subtype="section" type="textpart" n="105"><p>ἰδίᾳ δʼ ἑκάστους ἐλευθέρους ἐῶντες εἶναι, καὶ τῷ μὲν πλήθει βοηθοῦντες, ταῖς δὲ
          δυναστείαις πολεμοῦντες, δεινὸν ἡγούμενοι τοὺς πολλοὺς ὑπὸ τοῖς ὀλίγοις εἶναι, καὶ τοὺς
          ταῖς οὐσίαις ἐνδεεστέρους τὰ δʼ ἄλλα μηδὲν χείρους ὄντας ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἔτι δὲ
          κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν τοὺς δὲ μετοικεῖν, καὶ φύσει πολίτας ὄντας
          νόμῳ τῆς πολιτείας ἀποστερεῖσθαι. </p></div></div></body></text></TEI>