τὴν μὲν ἐπιείκειαν τὴν σήν, ὦ Πολύκρατες, καὶ τὴν τοῦ βίου μεταβολὴν παρʼ ἄλλων πυνθανόμενος οἶδα· τῶν δὲ λόγων τινὰς ὧν γέγραφας, αὐτὸς ἀνεγνωκὼς ἥδιστα μὲν ἄν σοι περὶ ὅλης ἐπαρρησιασάμην τῆς παιδεύσεως περὶ ἣν ἠνάγκασαι διατρίβειν· ἡγοῦμαι γὰρ τοῖς ἀναξίως μὲν δυστυχοῦσιν, ἐκ δὲ φιλοσοφίας χρηματίζεσθαι ζητοῦσιν, ἅπαντας τοὺς πλείω πεπραγματευμένους καὶ μᾶλλον ἀπηκριβωμένους προσήκειν ἐθελοντὰς τοῦτον εἰσφέρειν τὸν ἔρανον· ἐπειδὴ δʼ οὔπω περιτετυχήκαμεν ἀλλήλοις, περὶ μὲν τῶν ἄλλων, ἤν ποτʼ εἰς ταὐτὸν ἔλθωμεν, τόθʼ ἡμῖν ἐξέσται διὰ πλειόνων ποιήσασθαι τὴν συνουσίαν, ἃ δʼ ἐν τῷ παρόντι δυναίμην ἂν εὐεργετῆσαί σε, ταῦτα δʼ ταῦτά γʼ ωαρμινγτον . ᾠήθην χρῆναι σοὶ μὲν ἐπιστεῖλαι, πρὸς δὲ τοὺς ἄλλους ὡς οἷόν τε μάλιστʼ ἀποκρύψασθαι. γιγνώσκω μὲν οὖν ὅτι τοῖς πλείστοις τῶν νουθετουμένων ἔμφυτόν ἐστι μὴ πρὸς τὰς ὠφελείας ἀποβλέπειν, ἀλλὰ τοσούτῳ χαλεπώτερον ἀκούειν τῶν λεγομένων, ὅσῳ περ ἂν αὐτῶν τις ἀκριβέστερον ἐξετάζῃ τὰς ἁμαρτίας· ὅμως δʼ οὐκ ὀκνητέον ὑπομένειν τὴν ἀπέχθειαν ταύτην τοῖς εὐνοϊκῶς πρός τινας ἔχουσιν, ἀλλὰ πειρατέον μεθιστάναι τὴν δόξαν τῶν οὕτω πρὸς τοὺς συμβουλεύοντας διακειμένων. αἰσθόμενος οὖν οὐχ ἥκιστά σε μεγαλαυχούμενον ἐπί τε τῇ Βουσίριδος ἀπολογίᾳ καὶ τῇ Σωκράτους κατηγορίᾳ, πειράσομαί σοι ποιῆσαι καταφανὲς ὅτι πολὺ τοῦ δέοντος ἐν ἀμφοτέροις τοῖς λόγοις διήμαρτες. ἁπάντων γὰρ εἰδότων ὅτι δεῖ τοὺς μὲν εὐλογεῖν τινὰς βουλομένους πλείω τῶν ὑπαρχόντων ἀγαθῶν αὐτοῖς προσόντʼ ἀποφαίνειν, τοὺς δὲ κατηγοροῦντας τἀναντία τούτων ποιεῖν, τοσούτου δεῖς οὕτω κεχρῆσθαι τοῖς λόγοις, ὥσθʼ ὑπὲρ μὲν Βουσίριδος ἀπολογήσασθαι φάσκων, οὐχ ὅπως τῆς ὑπαρχούσης αὐτὸν διαβολῆς ἀπήλλαξας, ἀλλὰ καὶ τηλικαύτην αὐτῷ τὸ μέγεθος παρανομίαν προσῆψας ἧς οὐκ ἔσθʼ ὅπως ἄν τις δεινοτέραν ἐξευρεῖν δυνηθείη· τῶν γὰρ ἄλλων τῶν ἐπιχειρησάντων ἐκεῖνον λοιδορεῖν τοσοῦτον μόνον περὶ αὐτοῦ βλασφημούντων, ὡς ἔθυε τῶν ξένων τοὺς ἀφικνουμένους, σὺ καὶ κατεσθίειν αὐτὸν τοὺς ἀνθρώπους ᾐτιάσω· Σωκράτους δὲ κατηγορεῖν ἐπιχειρήσας, ὥσπερ ἐγκωμιάσαι βουλόμενος Ἀλκιβιάδην ἔδωκας αὐτῷ μαθητήν, ὃν ὑπʼ ἐκείνου μὲν οὐδεὶς ᾔσθετο παιδευόμενον, ὅτι δὲ πολὺ διήνεγκε τῶν ἄλλων ἅπαντες ἂν ὁμολογήσειαν.