<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="8"><p>τοσοῦτον δʼ ἐπιδεδωκέναι πεποιήκασι τὸ ψευδολογεῖν ὥστʼ ἤδη τινές, ὁρῶντες τούτους ἐκ τῶν
          τοιούτων ὠφελουμένους, τολμῶσι γράφειν ὡς ἔστιν ὁ τῶν πτωχευόντων καὶ φευγόντων βίος
          ζηλωτότερος ἢ τῶν ἄλλων ἀνθρώπων, καὶ ποιοῦνται τεκμήριον, ὡς εἰ περὶ πονηρῶν πραγμάτων
          ἔχουσί τι λέγειν, περί γε τῶν καλῶν κἀγαθῶν ῥᾳδίως εὐπορήσουσιν. </p></div></div></body></text></TEI>