τοσαύτῃ δʼ εὐσεβείᾳ καὶ προνοίᾳ χρώμεθα περὶ τὴν ἰδέαν τὴν τοιαύτην ὥστε καὶ τῶν ἐχόντων τὸ κάλλος τοὺς μὲν μισθαρνήσαντας καὶ κακῶς βουλευσαμένους περὶ τῆς αὑτῶν ἡλικίας μᾶλλον ἀτιμάζομεν ἢ τοὺς εἰς τὰ τῶν ἄλλων σώματʼ ἐξαμαρτόντας· ὅσοι δʼ ἂν τὴν αὑτῶν ὥραν διαφυλάξωσιν ἄβατον τοῖς πονηροῖς ὥσπερ ἱερὸν ποιήσαντες, τούτους εἰς τὸν ἐπίλοιπον χρόνον ὁμοίως τιμῶμεν ὥσπερ τοὺς ὅλην τὴν πόλιν ἀγαθόν τι ποιήσαντας. καὶ τὶ δεῖ τὰς ἀνθρωπίνας δόξας λέγοντα διατρίβειν; ἀλλὰ Ζεὺς ὁ κρατῶν πάντων ἐν μὲν τοῖς ἄλλοις τὴν αὑτοῦ δύναμιν ἐνδείκνυται, πρὸς δὲ τὸ κάλλος ταπεινὸς γιγνόμενος ἀξιοῖ πλησιάζειν. Ἀμφιτρύωνι μὲν γὰρ εἰκασθεὶς ὡς Ἀλκμήνην ἦλθε, χρυσὸς δὲ ῥυεὶς Δανάῃ συνεγένετο, κύκνος δὲ γενόμενος εἰς τοὺς Νεμέσεως κόλπους κατέφυγε, τούτῳ δὲ πάλιν ὁμοιωθεὶς Λήδαν ἐνύμφευσεν· ἀεὶ δὲ μετὰ τέχνης ἀλλʼ οὐ μετὰ βίας θηρώμενος φαίνεται τὴν φύσιν τὴν τοιαύτην. τοσούτῳ δὲ μᾶλλον προτετίμηται τὸ κάλλος παρʼ ἐκείνοις ἢ παρʼ ἡμῖν ὥστε καὶ ταῖς γυναιξὶ ταῖς αὑτῶν ὑπὸ τούτου κρατουμέναις συγγνώμην ἔχουσι, καὶ πολλὰς ἄν τις ἐπιδείξειε τῶν ἀθανάτων, αἳ θνητοῦ κάλλους ἡττήθησαν, ὧν οὐδεμία λαθεῖν τὸ γεγενημένον ὡς αἰσχύνην ἔχον ἐζήτησεν, ἀλλʼ ὡς καλῶν ὄντων τῶν πεπραγμένων ὑμνεῖσθαι μᾶλλον ἢ σιωπᾶσθαι περὶ αὐτῶν ἠβουλήθησαν. μέγιστον δὲ τῶν εἰρημένων τεκμήριον τεκμήριον omitted by Blass following Γ(1). . πλείους γὰρ ἂν εὕροιμεν διὰ τὸ κάλλος ἀθανάτους γεγενημένους ἢ διὰ τὰς ἄλλας ἀρετὰς ἁπάσας. ὧν Ἑλένη τοσούτῳ πλέον ἔσχεν, ὅσῳ περ καὶ τὴν ὄψιν αὐτῶν διήνεγκεν. οὐ γὰρ μόνον ἀθανασίας ἔτυχεν, ἀλλὰ καὶ τὴν δύναμιν ἰσόθεον λαβοῦσα πρῶτον μὲν τοὺς ἀδελφοὺς ἤδη κατεχομένους ὑπὸ τῆς πεπρωμένης εἰς θεοὺς ἀνήγαγε, βουλομένη δὲ πιστὴν ποιῆσαι τὴν μεταβολὴν οὕτως οὕτως αὐτοῖς τὰς τιμὰς ἐναργεῖς ἔδωκεν ὥσθʼ ὁρωμένους ὑπὸ τῶν ἐν τῇ θαλάττῃ κινδυνευόντων σῴζειν, οἵτινες ἂν αὐτοὺς εὐσεβῶς κατακαλέσωνται.