<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg009.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="53"><p>ἡγούμενοι κάλλιον αὐτοῖς εἶναι τεθνάναι μαχομένοις περὶ τῆς Διὸς θυγατρὸς μᾶλλον ἢ ζῆν
          ἀπολειφθεῖσι τῶν περὶ ἐκείνης κινδύνων. καὶ τί δεῖ θαυμάζειν, ἃ περὶ τῶν παίδων
          διενοήθησαν; αὐτοὶ γὰρ πολὺ μείζω καὶ δεινοτέραν ἐποιήσαντο παράταξιν τῆς πρὸς Γίγαντας
          αὐτοῖς γενομένης· πρὸς μὲν γὰρ ἐκείνους μετʼ ἀλλήλων ἐμαχέσαντο, περὶ δὲ ταύτης πρὸς σφᾶς
          αὐτοὺς ἐπολέμησαν. </p></div></div></body></text></TEI>