<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg007.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="37"><p>εἰς ἀρχὴν κατασταθεὶς μηδενὶ χρῶ πονηρῷ πρὸς τὰς διοικήσεις· ὧν γὰρ ἂν ἐκεῖνος ἁμάρτῃ,
          σοὶ τὰς αἰτίας ἀναθήσουσιν. ἐκ τῶν κοινῶν ἐπιμελειῶν ἀπαλλάττου μὴ πλουσιώτερος ἀλλʼ
          ἐνδοξότερος· πολλῶν γὰρ χρημάτων κρείττων ὁ παρὰ τοῦ πλήθους ἔπαινος.</p><p>μηδενὶ πονηρῷ πράγματι μήτε παρίστασο μήτε συνηγόρει· δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα
          πράττειν, οἷά περ ἂν τοῖς ἄλλοις πράττουσι βοηθῇς. </p></div><div subtype="section" type="textpart" n="38"><p>παρασκεύαζε σεαυτὸν πλεονεκτεῖν μὲν δύνασθαι, ἀνέχου δὲ τὸ ἴσον ἔχων, ἵνα δοκῇς ὀρέγεσθαι
          τῆς δικαιοσύνης μὴ διʼ ἀσθένειαν ἀλλὰ διʼ ἐπιείκειαν. μᾶλλον ἀποδέχου δικαίαν πενίαν ἢ
          πλοῦτον ἄδικον· τοσούτῳ γὰρ κρείττων δικαιοσύνη χρημάτων, ὅσῳ τὰ μὲν ζῶντας μόνον ὠφελεῖ,
          τὸ δὲ<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">τὸ
              δὲ</foreign> or <foreign xml:lang="grc">τὰ δὲ Γ· ἡ δὲ</foreign> vulg.</note> καὶ
          τελευτήσασι δόξαν παρασκευάζει, κἀκείνων μὲν τοῖς φαύλοις μέτεστι, τούτου δὲ τοῖς
          μοχθηροῖς ἀδύνατον μεταλαβεῖν. </p></div></div></body></text></TEI>