<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="6"><p>λαβὼν δὲ Θράσυλλος ταύτας ἀφορμὰς ἐχρῆτο τῇ τέχνῃ· πλάνης δὲ γενόμενος καὶ διαιτηθεὶς ἐν
          πολλαῖς πόλεσιν ἄλλαις τε γυναιξὶ συνεγένετο, ὧν ἔνιαι καὶ παιδάριʼ ἀπέδειξαν ἃ ʼκεῖνος
          οὐδὲ πώποτε γνήσιʼ ἐνόμισε, καὶ δὴ καὶ τὴν ταύτης μητέρʼ ἐν τούτοις τοῖς χρόνοις ἔλαβεν.
        </p></div></div></body></text></TEI>