<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="46"><p>ἐπέδειξα γὰρ ὑμῖν αὐτὸν οὕτω περὶ πολλοῦ τὴν ἡμετέραν οἰκειότητα ποιησάμενον ὥστε γῆμαι
          καὶ τὴν ἀδελφὴν τὴν τοῦ πατρὸς καὶ τὴν ἀνεψιάν. καίτοι τίσιν ἂν θᾶττον τὴν αὑτοῦ θυγατέρʼ
          ἐξέδωκεν ἢ τούτοις παρʼ ὧνπερ αὐτὸς λαμβάνειν ἠξίωσεν; ἐκ ποίας δʼ ἂν οἰκίας ἥδιον εἶδεν
          υἱὸν αὑτῷ κατὰ τοὺς νόμους εἰσποιηθέντα μᾶλλον ἢ ταύτης, ἐξ ἧσπερ καὶ φύσει παῖδας
          ἐζήτησεν αὑτῷ γενέσθαι; </p></div><div subtype="section" type="textpart" n="47"><p>ὥστʼ ἂν μὲν ἐμοὶ ψηφίσησθε τὸν κλῆρον, καὶ πρὸς ἐκεῖνον ὑμῖν καλῶς ἕξει καὶ πρὸς τοὺς
          ἄλλους ἅπαντας οἷς προσήκει τι τούτων τῶν πραγμάτων· ἂν δʼ ὑπὸ ταύτης πεισθέντες
          ἐξαπατηθῆτε, οὐ μόνον ἔμʼ ἀδικήσετε ἀλλὰ καὶ Θρασύλοχον τὸν τὴν διαθήκην καταλιπόντα καὶ
          Σώπολιν καὶ τὴν ἀδελφὴν τὴν ἐκείνων, ἣ νῦν ἐμοὶ συνοικεῖ, καὶ τὴν μητέρʼ αὐτῶν, ἣ πασῶν ἂν
          εἴη δυστυχεστάτη γυναικῶν, εἰ μὴ μόνον ἐξαρκέσειεν αὐτῇ στέρεσθαι τῶν παίδων, ἀλλὰ καὶ
          τοῦτʼ αὐτῇ προσγένοιτο, ὥστʼ ἐπιδεῖν ἄκυρον μὲν τὴν ἐκείνων γνώμην οὖσαν, ἔρημον δὲ τὸν
          οἶκον γιγνόμενον, </p></div><div subtype="section" type="textpart" n="48"><p>καὶ τὴν μὲν ἐπιχαίρουσαν τοῖς αὑτῆς κακοῖς ἐπιδικαζομένην τῶν χρημάτων, ἐμὲ δὲ μηδενὸς
          δυνάμενον τῶν δικαίων τυχεῖν, ὃς τοιαῦτʼ ἔπραξα περὶ τοὺς ἐκείνης, ὥστʼ εἴ τίς με σκοποῖτο
          μὴ πρὸς ταύτην ἀλλὰ πρὸς τοὺς πώποτε κατὰ δόσιν ἀμφισβητήσαντας, εὑρεθείην ἂν οὐδενὸς
          χείρων αὐτῶν περὶ τοὺς φίλους γεγενημένος. καίτοι χρὴ τοὺς τοιούτους τιμᾶν καὶ περὶ πολλοῦ
          ποιεῖσθαι πολὺ μᾶλλον ἢ τὰς ὑφʼ ἑτέρων δεδομένας δωρεὰς ἀφαιρεῖσθαι. </p></div><div subtype="section" type="textpart" n="49"><p>ἄξιον δʼ ἐστὶ καὶ τῷ νόμῳ βοηθεῖν καθʼ ὃν ἔξεστιν ἡμῖν καὶ παῖδας εἰσποιήσασθαι καὶ
          βουλεύσασθαι περὶ τῶν ἡμετέρων αὐτῶν, ἐνθυμηθέντας ὅτι τοῖς ἐρήμοις τῶν ἀνθρώπων ἀντὶ
          παίδων οὗτός ἐστιν· διὰ γὰρ τοῦτον καὶ οἱ συγγενεῖς καὶ οἱ μηδὲν προσήκοντες μᾶλλον
          ἀλλήλων ἐπιμελοῦνται. </p></div><div subtype="section" type="textpart" n="50"><p>ἵνα δὲ παύσωμαι λέγων καὶ μηκέτι πλείω χρόνον διατρίβω, σκέψασθʼ ὡς μεγάλα καὶ δίκαιʼ ἥκω
          πρὸς ὑμᾶς ἔχων, πρῶτον μὲν φιλίαν πρὸς τοὺς καταλιπόντας τὸν κλῆρον παλαιὰν καὶ πατρικὴν
          καὶ πάντα τὸν χρόνον διατελέσασαν, ἔπειτʼ εὐεργεσίας πολλὰς καὶ μεγάλας καὶ περὶ
          δυστυχοῦντας ἐκείνους γεγενημένας, πρὸς δὲ τούτοις διαθήκας παρʼ αὐτῶν τῶν ἀντιδίκων
          ὁμολογουμένας, ἔτι δὲ νόμον ταύταις βοηθοῦντα, ὃς δοκεῖ τοῖς Ἕλλησιν ἅπασι καλῶς κεῖσθαι.
        </p></div></div></body></text></TEI>