οἶμαι γὰρ ἂν αὐτὸν πάντων γενέσθαι ταύτῃ χαλεπώτατον δικαστήν, εἴπερ αἴσθοιτο, οἵα περὶ τοὺς παῖδας αὐτοῦ γεγένηται. πολλοῦ γʼ ἂν δεήσειεν ἀχθεσθῆναι κατὰ τοὺς νόμους ὑμῶν ψηφισαμένων, ἀλλὰ πολὺ ἂν μᾶλλον, εἰ τὰς τῶν παίδων διαθήκας ἀκύρους ἴδοι γενομένας. καὶ γὰρ εἰ μὲν εἰς τὸν οἶκον τὸν ἐμὸν δεδωκὼς ἦν Θρασύλοχος τὴν οὐσίαν, τοῦτʼ ἂν ἐπιτιμᾶν εἶχον αὐτῷ· νῦν δʼ εἰς τὸν αὐτῶν μʼ μʼ after αὐτῶν added by Blass. εἰσεποιήσατο, ὥστʼ οὐκ ἐλάττω τυγχάνουσιν εἰληφότες ὧν δεδώκασιν. χωρὶς δὲ τούτων,