καὶ ταῦτα πάντʼ ἐποίουν διὰ τὸν τρόπον τὸν ἐμαυτοῦ καὶ τὴν φιλίαν τὴν πρὸς ἐκείνους ἀλλʼ οὐ ταυτησὶ τῆς δίκης ἕνεκα· οὐ γὰρ ᾤμην αὐτοὺς οὕτω δυστυχήσειν ὥστʼ ἄπαιδας ἀμφοτέρους τελευτήσαντας εἰς ἔλεγχον καταστήσειν, ὁποῖός τις ἕκαστος ἡμῶν περὶ αὐτοὺς ἐγένετο. πρὸς μὲν οὖν Θρασύλοχόν τε καὶ Σώπολιν ὡς αὕτη τε κἀγὼ διεκείμεθα, σχεδὸν ἀκηκόατε· τρέψονται δʼ ἴσως ἐπʼ ἐκεῖνον τὸν λόγον ὅσπερ αὐτοῖς λοιπός ἐστιν, ὡς Θράσυλλος ὁ πατὴρ ὁ ταύτης ἡγοῖτʼ ἂν δεινὰ πάσχειν, εἴ τίς ἐστιν αἴσθησις τοῖς τεθνεῶσι περὶ τῶν ἐνθάδε γιγνομένων, ὁρῶν τὴν μὲν θυγατέρʼ ἀποστερουμένην τῶν χρημάτων, ἐμὲ δὲ κληρονόμον ὧν αὐτὸς ἐκτήσατο γιγνόμενον. ἐγὼ δʼ ἡγοῦμαι μὲν οὐ περὶ τῶν πάλαι τεθνεώτων, ἀλλὰ περὶ τῶν ἔναγχος τὸν κλῆρον καταλιπόντων προσήκειν ἡμῖν τοὺς λόγους ποιεῖσθαι. Θράσυλλος μὲν γάρ, οὕσπερ ἠβούλετο, τούτους κυρίους τῶν αὑτοῦ κατέλιπεν· δίκαιον δὲ καὶ Θρασυλόχῳ ταὐτὰ ταῦτʼ ἀποδοθῆναι παρʼ ὑμῶν, καὶ γενέσθαι διαδόχους τῆς κληρονομίας μὴ ταύτην, ἀλλʼ οἷς ἐκεῖνος διέθετο· οὐ μέντʼ ἄν μοι δοκῶ φυγεῖν οὐδὲ τὴν Θρασύλλου γνώμην. οἶμαι γὰρ ἂν αὐτὸν πάντων γενέσθαι ταύτῃ χαλεπώτατον δικαστήν, εἴπερ αἴσθοιτο, οἵα περὶ τοὺς παῖδας αὐτοῦ γεγένηται. πολλοῦ γʼ ἂν δεήσειεν ἀχθεσθῆναι κατὰ τοὺς νόμους ὑμῶν ψηφισαμένων, ἀλλὰ πολὺ ἂν μᾶλλον, εἰ τὰς τῶν παίδων διαθήκας ἀκύρους ἴδοι γενομένας. καὶ γὰρ εἰ μὲν εἰς τὸν οἶκον τὸν ἐμὸν δεδωκὼς ἦν Θρασύλοχος τὴν οὐσίαν, τοῦτʼ ἂν ἐπιτιμᾶν εἶχον αὐτῷ· νῦν δʼ εἰς τὸν αὐτῶν μʼ μʼ after αὐτῶν added by Blass. εἰσεποιήσατο, ὥστʼ οὐκ ἐλάττω τυγχάνουσιν εἰληφότες ὧν δεδώκασιν. χωρὶς δὲ τούτων, οὐδένα μᾶλλον εἰκός ἐστιν ἢ Θράσυλλον εὔνουν εἶναι τοῖς κατὰ δόσιν ἀμφισβητοῦσιν· καὶ γὰρ αὐτὸς καὶ τὴν τέχνην ἔμαθε παρὰ Πολεμαινέτου τοῦ μάντεως καὶ τὰ χρήματʼ ἔλαβεν οὐ κατὰ γένος ἀλλὰ διʼ ἀρετήν, ὥστʼ οὐκ ἂν δήπου φθονήσειεν, εἴ τις περὶ τοὺς παῖδας αὐτοῦ χρηστὸς γενόμενος τῆς αὐτῆς δωρεᾶς ἧσπερ ἐκεῖνος ἠξιώθη. μεμνῆσθαι δὲ χρὴ καὶ τῶν ἐν ἀρχῇ ῥηθέντων.