<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="31"><p> ἥτις οὐδʼ ἐπειδὴ τελευτᾶν ἤμελλε τὸν βίον, ὁρῶσα τοὺς πολίτας τοὺς ἡμετέρους, ὅσοι περ
          ἦσαν ἐν Τροιζῆνι, διαπλέοντας εἰς Αἴγιναν, ἵνʼ αὐτὸν συγκαταθάψειαν, οὐδʼ εἰς τοῦτον τὸν
          καιρὸν ἀπήντησεν, ἀλλʼ οὕτως ὠμῶς καὶ σχετλίως εἶχεν, ὥστʼ ἐπὶ μὲν τὸ κῆδος οὐκ ἠξίωσεν
          ἀφικέσθαι, τῶν δὲ καταλειφθέντων οὐδὲ δέχʼ ἡμέρας διαλιποῦσʼ ἦλθεν ἀμφισβητοῦσα, ὥσπερ τῶν
          χρημάτων ἀλλʼ οὐκ ἐκείνου συγγενὴς οὖσα. </p></div></div></body></text></TEI>