<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="26"><p> οὐδὲ γὰρ τῶν οἰκετῶν οὐδεὶς ὑπέμεινεν. καὶ γὰρ φύσει χαλεπὸς ὢν ἔτι δυσκολώτερον διὰ τὴν
          νόσον διέκειτο, ὥστʼ οὐκ ἐκείνων ἄξιον θαυμάζειν, εἰ μὴ παρέμενον, ἀλλὰ πολὺ μᾶλλον, ὅπως
          ἐγὼ τοιαύτην νόσον θεραπεύων ἀνταρκεῖν ἠδυνάμην· ὃς ἔμπυος μὲν ἦν πολὺν χρόνον, ἐκ δὲ τῆς
          κλίνης οὐκ ἠδύνατο κινεῖσθαι, </p></div><div subtype="section" type="textpart" n="27"><p>τοιαῦτα δʼ ἔπασχεν ὥσθʼ ἡμᾶς μηδεμίαν ἡμέραν ἀδακρύτους διάγειν, ἀλλὰ θρηνοῦντες
          διετελοῦμεν καὶ τοὺς πόνους τοὺς ἀλλήλων καὶ τὴν φυγὴν καὶ τὴν ἐρημίαν τὴν ἡμετέραν αὐτῶν.
          καὶ ταῦτʼ οὐδένα χρόνον διέλειπεν· οὐδὲ γὰρ ἀπελθεῖν οἷόν τʼ ἦν ἢ δοκεῖν ἀμελεῖν, ὅ μοι
          πολὺ δεινότερον ἦν τῶν κακῶν τῶν παρόντων. </p></div><div subtype="section" type="textpart" n="28"><p>ἠβουλόμην δʼ ἂν ὑμῖν οἷός τʼ εἶναι ποιῆσαι φανερὸν οἷος περὶ αὐτὸν ἐγενόμην· οἶμαι γὰρ
          οὐδʼ ἂν τὴν φωνὴν ὑμᾶς ἀνασχέσθαι τῶν ἀντιδίκων. νῦν δὲ τὰ χαλεπώτατα τῶν ἐν τῇ θεραπείᾳ
          καὶ δυσχερέστατα καὶ πόνους ἀηδεστάτους ἔχοντα καὶ πλείστης ἐπιμελείας δεηθέντʼ οὐκ
          εὐδιήγητʼ ἐστίν. ἀλλʼ ὑμεῖς αὐτοὶ σκοπεῖτε, μετὰ πόσων ἄν τις ἀγρυπνιῶν καὶ ταλαιπωριῶν
          τοιοῦτον νόσημα τοσοῦτον χρόνον θεραπεύσειεν. </p></div><div subtype="section" type="textpart" n="29"><p>ἐγὼ μὲν γὰρ οὕτω κακῶς διετέθην, ὥσθʼ ὅσοι περ εἰσῆλθον τῶν φίλων, ἔφασαν δεδιέναι, μὴ
          κἀγὼ προσαπόλωμαι, καὶ συνεβούλευόν μοι φυλάττεσθαι, λέγοντες ὡς οἱ πλεῖστοι τῶν
          θεραπευσάντων ταύτην τὴν νόσον αὐτοὶ προσδιεφθάρησαν. πρὸς οὓς ἐγὼ τοιαῦτʼ ἀπεκρινάμην ὅτι
          πολὺ ἂν θᾶττον ἑλοίμην ἀποθανεῖν ἢ ʼκεῖνον περιιδεῖν διʼ ἔνδειαν τοῦ θεραπεύσοντος πρὸ
          μοίρας τελευτήσαντα. </p></div><div subtype="section" type="textpart" n="30"><p>καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβητεῖν τῶν χρημάτων ἡ μηδʼ ἐπισκέψασθαι πώποτʼ
          αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανομένη δὲ καθʼ ἑκάστην τὴν ἡμέραν,
          ὡς διέκειτο, ῥᾳδίας δʼ οὔσης αὐτῇ τῆς πορείας. εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρήσουσιν,
          ὥσπερ οὐχ ὅσῳ περ ἂν οἰκειότερον προσείπωσι τὸν τεθνεῶτα, τοσούτῳ δόξουσαν αὐτὴν μείζω καὶ
          δεινότερʼ ἐξαμαρτεῖν· </p></div></div></body></text></TEI>