<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="16"><p>περὶ μὲν οὖν αὐτοῦ τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω· ἵνα δὲ μηδεὶς οἴηται μήτʼ
          ἐμὲ διὰ μικρὰς προφάσεις ἔχειν τὸν κλῆρον μήτε ταύτην ἐπιεικῆ γεγενημένην περὶ Θρασύλοχον
          ἀποστερεῖσθαι τῶν χρημάτων, βούλομαι καὶ περὶ τούτων εἰπεῖν. αἰσχυνθείην γὰρ ἂν ὑπὲρ τοῦ
          τετελευτηκότος, εἰ μὴ πάντες πεισθείητε, μὴ μόνον ὡς κατὰ τοὺς νόμους ἀλλʼ ὡς καὶ δικαίως
          ταῦτʼ ἔπραξεν. ῥᾳδίας δʼ ἡγοῦμαι τὰς ἀποδείξεις εἶναι. </p></div><div subtype="section" type="textpart" n="17"><p>τοσοῦτον γὰρ διηνέγκαμεν ὥσθʼ αὕτη μὲν ἡ κατὰ γένος ἀμφισβητοῦσα πάντα τὸν χρόνον
          διετέλεσε καὶ πρὸς αὐτὸν ἐκεῖνον καὶ πρὸς Σώπολιν καὶ πρὸς τὴν μητέρʼ αὐτῶν διαφερομένη
          καὶ δυσμενῶς ἔχουσα, ἐγὼ δʼ οὐ μόνον περὶ Θρασύλοχον καὶ τὸν ἀδελφὸν ἀλλὰ καὶ περὶ αὐτὴν
          τὴν οὐσίαν, ἧς ἀμφισβητοῦμεν, φανήσομαι πλείστου τῶν φίλων ἄξιος γεγενημένος. </p></div><div subtype="section" type="textpart" n="18"><p>καὶ περὶ μὲν τῶν παλαιῶν πολὺ ἂν ἔργον εἴη λέγειν· ὅτε δὲ Πασῖνος Πάρον κατέλαβεν, ἔτυχεν
          αὐτοῖς ὑπεκκείμενα τὰ πλεῖστα τῆς οὐσίας παρὰ τοῖς ξένοις τοῖς ἐμοῖς· ᾠόμεθα γὰρ μάλιστα
          ταύτην τὴν νῆσον ἀσφαλῶς ἔχειν. ἀπορούντων δʼ ἐκείνων καὶ νομιζόντων αὔτʼ ἀπολωλέναι,
          πλεύσας ἐγὼ τῆς νυκτὸς ἐξεκόμισʼ αὐτοῖς τὰ χρήματα, κινδυνεύσας περὶ τοῦ σώματος·
          ἐφρουρεῖτο μὲν γὰρ ἡ χώρα, </p></div><div subtype="section" type="textpart" n="19"><p>συγκατειληφότες δʼ ἦσάν τινες τῶν ἡμετέρων φυγάδων τὴν πόλιν, οἳ μιᾶς ἡμέρας ἀπέκτειναν
          αὐτόχειρες γενόμενοι τόν τε πατέρα τὸν ἐμὸν καὶ τὸν θεῖον καὶ τὸν κηδεστὴν καὶ πρὸς
          τούτοις ἀνεψιοὺς τρεῖς. ἀλλʼ ὅμως οὐδέν με τούτων ἀπέτρεψεν, ἀλλʼ ᾠχόμην πλέων, ἡγούμενος
          ὁμοίως με δεῖν ὑπὲρ ἐκείνων κινδυνεύειν ὥσπερ ὑπὲρ ἐμαυτοῦ. </p></div><div subtype="section" type="textpart" n="20"><p>μετὰ δὲ ταῦτα φυγῆς ἡμῖν γενομένης ἐκ τῆς πόλεως μετὰ τοιούτου θορύβου καὶ δέους ὥστʼ
          ἐνίους καὶ τῶν σφετέρων αὐτῶν ἀμελεῖν, οὐδʼ ἐν τούτοις τοῖς κακοῖς ἠγάπησα, εἰ τοὺς
          οἰκείους τοὺς ἐμαυτοῦ διασῶσαι δυνηθείην, ἀλλʼ εἰδὼς Σώπολιν μὲν ἀποδημοῦντα, αὐτὸν δʼ
          ἐκεῖνον ἀρρώστως διακείμενον, συνεξεκόμισʼ αὐτῷ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν
          οὐσίαν ἅπασαν. καίτοι τίνα δικαιότερον αὐτὴν ἔχειν προσήκει ἢ<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ἔχειν προσήκει ἢ Ξ</foreign> vulg. <foreign xml:lang="grc">ἔχειν ἢ Λς</foreign> Blass.</note> τὸν τότε μὲν συνδιασώσαντα, νῦν δὲ παρὰ τῶν κυρίων εἰληφότα; </p></div></div></body></text></TEI>