<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg006.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="11"><p>καὶ τί δεῖ λέγειν τὰς οἴκοι χρήσεις; ἀλλʼ οὐδὲ φυγόντες ἀπʼ ἀλλήλων ἠξιώσαμεν γενέσθαι.
          τὸ δὲ τελευταῖον φθόῃ σχόμενον αὐτὸν καὶ πολὺν χρόνον ἀσθενήσαντα, καὶ τοῦ μὲν ἀδελφοῦ
          Σωπόλιδος αὐτῷ πρότερον τετελευτηκότος, τῆς δὲ μητρὸς καὶ τῆς ἀδελφῆς οὔπω παρουσῶν, μετὰ
          τοσαύτης ἐρημίας γενόμενον οὕτως ἐπιπόνως καὶ καλῶς αὐτὸν ἐθεράπευσα, ὥστʼ ἐκεῖνον μὴ
          νομίζειν ἀξίαν μοι δύνασθαι χάριν ἀποδοῦναι τῶν πεπραγμένων. </p></div><div subtype="section" type="textpart" n="12"><p>ὅμως δʼ οὐδὲν ἐνέλιπεν, ἀλλʼ ἐπειδὴ πονηρῶς διέκειτο καὶ οὐδεμίαν ἐλπίδʼ εἶχε τοῦ βίου,
          παρακαλέσας μάρτυρας υἱόν μʼ ἐποιήσατο καὶ τὴν ἀδελφὴν τὴν αὑτοῦ καὶ τὴν οὐσίαν ἔδωκεν.
          καί μοι λαβὲ τὰς διαθήκας.</p><p rend="align(center)"><label>Διαθῆκαι</label></p><p>ἀνάγνωθι δή μοι καὶ τὸν νόμον τὸν Αἰγινητῶν· κατὰ γὰρ τοῦτον ἔδει
          ποιεῖσθαι τὰς διαθήκας· ἐνθάδε γὰρ μετῳκοῦμεν.</p><p rend="align(center)"><label>Νόμος</label></p></div><div subtype="section" type="textpart" n="13"><p>κατὰ τουτονὶ τὸν νόμον, ὦ ἄνδρες Αἰγινῆται, υἱόν μʼ ἐποιήσατο Θρασύλοχος, πολίτην μὲν
          αὑτοῦ καὶ φίλον ὄντα, γεγονότα δʼ οὐδενὸς χεῖρον Σιφνίων, πεπαιδευμένον δʼ ὁμοίως αὑτῷ καὶ
          τεθραμμένον. ὥστʼ οὐκ οἶδʼ ὅπως ἂν μᾶλλον κατὰ τὸν νόμον ἔπραξεν, ὃς τοὺς ὁμοίους κελεύει
          παῖδας εἰσποιεῖσθαι. λαβὲ δή μοι καὶ τὸν Κείων νόμον, καθʼ ὃν ἡμεῖς ἐπολιτευόμεθα.</p><p rend="align(center)"><label>Νόμος</label></p></div><div subtype="section" type="textpart" n="14"><p>εἰ μὲν τοίνυν, ὦ ἄνδρες Αἰγινῆται, τούτοις μὲν τοῖς νόμοις ἠναντιοῦντο, τὸν δὲ παρʼ
          αὑτοῖς κείμενον σύνδικον εἶχον, ἧττον ἄξιον ἦν θαυμάζειν αὐτῶν· νῦν δὲ κἀκεῖνος ὁμοίως
          τοῖς ἀνεγνωσμένοις κεῖται. καί μοι λαβὲ τὸ βιβλίον.</p><p rend="align(center)"><label>Νόμος</label></p></div><div subtype="section" type="textpart" n="15"><p>τί οὖν ὑπόλοιπόν ἐστιν αὐτοῖς, ὅπου τὰς μὲν διαθήκας αὐτοὶ προσομολογοῦσι Θρασύλοχον
          καταλιπεῖν, τῶν δὲ νόμων τούτοις μὲν οὐδείς, ἐμοὶ δὲ πάντες βοηθοῦσι, πρῶτον μὲν ὁ παρʼ
          ὑμῖν τοῖς μέλλουσι διαγνώσεσθαι περὶ τοῦ πράγματος, ἔπειθʼ ὁ Σιφνίων, ὅθεν ἦν ὁ τὴν
          διαθήκην καταλιπών, ἔτι δʼ ὁ παρʼ αὐτοῖς τοῖς ἀμφισβητοῦσι κείμενος; καίτοι τίνος ἂν ὑμῖν
          ἀποσχέσθαι δοκοῦσιν, οἵτινες ζητοῦσι πείθειν ὑμᾶς, ὡς χρὴ τὰς διαθήκας ἀκύρους ποιῆσαι τῶν
          μὲν νόμων οὕτως ἐχόντων, ὑμῶν δὲ κατʼ αὐτοὺς ὀμωμοκότων ψηφιεῖσθαι; </p></div></div></body></text></TEI>