ἐνόμιζον μέν, ὦ ἄνδρες Αἰγινῆται, οὕτω καλῶς βεβουλεῦσθαι περὶ τῶν αὑτοῦ Θρασύλοχον ὥστε μηδένʼ ἄν ποτʼ ἐλθεῖν ἐναντία πράξοντα ταῖς διαθήκαις αἷς ἐκεῖνος κατέλιπεν· ἐπειδὴ δὲ τοῖς ἀντιδίκοις τοιαύτη γνώμη παρέστηκεν ὥστε καὶ πρὸς οὕτως ἐχούσας αὐτὰς ἀμφισβητεῖν, ἀναγκαίως ἔχει παρʼ ὑμῶν πειρᾶσθαι τῶν δικαίων τυγχάνειν. τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς φέροντας, ὅταν ἀδίκως περί τινος κινδυνεύωσιν, ἐγὼ δʼ ὀλίγου δέω χάριν ἔχειν τούτοις, ὅτι μʼ εἰς τουτονὶ τὸν ἀγῶνα κατέστησαν. ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος οὐκ ἂν ἠπίστασθʼ ὁποῖός τις γεγενημένος περὶ τὸν τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου· πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἴσεσθʼ ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεᾶς ἠξιώθην. χρῆν μέντοι καὶ τὴν ἀμφισβητοῦσαν τῶν χρημάτων μὴ παρʼ ὑμῶν πειρᾶσθαι λαμβάνειν τὴν οὐσίαν, ἣν Θρασύλοχος κατέλιπεν, ἀλλὰ περὶ ἐκεῖνον χρηστὴν οὖσαν οὕτως ἀξιοῦν αὐτῆς ἐπιδικάζεσθαι. νῦν δʼ αὐτῇ τοσούτου δεῖ μεταμέλειν ὧν εἰς ζῶντʼ ἐξήμαρτεν, ὥστε καὶ τεθνεῶτος αὐτοῦ πειρᾶται τήν τε διαθήκην ἄκυρον ἅμα καὶ τὸν οἶκον ἔρημον ποιῆσαι. θαυμάζω δὲ καὶ τῶν πραττόντων ὑπὲρ αὐτῆς, εἰ διὰ τοῦτʼ οἴονται καλὸν εἶναι τὸν κίνδυνον, ὅτι μὴ κατορθώσαντες οὐδὲν μέλλουσιν ἀποτείσειν. ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλην εἶναι καὶ ταύτην ζημίαν, ἂν ἐξελεγχθέντες ὡς ἀδίκως ἀμφισβητοῦσιν, ἔπειθʼ ὑμῖν δόξωσι χείρους εἶναι. τὴν μὲν οὖν τούτων κακίαν ἐξ αὐτῶν τῶν ἔργων γνώσεσθʼ, ἐπειδὰν διὰ τέλους ἀκούσητε τῶν πεπραγμένων· ὅθεν δʼ, οἶμαι, τάχιστʼ ἂν ὑμᾶς μαθεῖν περὶ ὧν ἀμφισβητοῦμεν, ἐντεῦθεν ἄρξομαι διηγεῖσθαι. Θράσυλλος γὰρ ὁ πατὴρ τοῦ καταλιπόντος τὴν διαθήκην παρὰ μὲν τῶν προγόνων οὐδεμίαν οὐσίαν παρέλαβεν, ξένος δὲ Πολεμαινέτῳ τῷ μάντει γενόμενος οὕτως οἰκείως διετέθη πρὸς αὐτὸν ὥστʼ ἀποθνῄσκων ἐκεῖνος τάς τε βίβλους τὰς περὶ τῆς μαντικῆς αὐτῷ κατέλιπε καὶ τῆς οὐσίας μέρος τι τῆς νῦν οὔσης ἔδωκεν.