παρʼ ὑμῶν ἐξαιτεῖν. ἐν τοσούτοις δὲ κακοῖς ὤν, ὦ ἄνδρες δικασταί, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς· οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην ὥστε μὴ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν. ἡγούμην ἡγούμην...πρὸς Σάτυρον· these lines, not found in the MSS., are cited from this speech by the critic Dionysius of ηαλιξαρνασσυς . Blass brackets them. δʼ εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύειν, εἴ τι πάθοι ʼκεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι· εἰ δʼ ὁμολογῶν εἶναι ἐπιστείλαντος Σατύρου μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον. βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι προσομολογεῖν προσομολογεῖν . . . καὶ· these words are not found in the best MSS., nor in Dionysius. It is probable that they are a gloss. πάντα ποιεῖν, ὅσα Σάτυρος προσέταττε, καὶ τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν ἐξ ἐκεῖνοι μάλιστʼ ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα. τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐνόμιζόν μοι Πασίωνα διʼ εὔνοιαν ἅπαντα ταῦτα συμβουλεύειν· ἐπειδὴ δὲ πρὸς τοὺς παρὰ Σατύρου διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς. βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντοιν, ἡγησάμενος οὗτος κάλλιστον αὑτῷ καιρὸν παραπεπτωκέναι -- τὰ μὲν γὰρ χρήματα πόλλʼ εἶναι τὰ παρʼ αὑτῷ κείμενα καὶ ἄξιʼ ἀναισχυντίας, ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι, πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις προσομολογοῦντα ὀφείλειν— καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, ἐνόμιζεν, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαι, μʼ ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δʼ ἄλλοσέ ποι τραποίμην, οὐδὲν μελήσειν αὑτῷ τῶν ἐμῶν λόγων, εἰ δʼ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός· ταῦτα διαλογιζόμενος διενοεῖτό μʼ ἀποστερεῖν τὰ χρήματα. καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτʼ ἀπορεῖν ἐν τῷ παρόντι καὶ οὐκ ἂν ἔχειν ἀποδοῦναι· ἐπειδὴ δὲ βουλόμενος εἰδέναι σαφῶς τὸ πρᾶγμα προσπέμπω Φιλόμηλον αὐτῷ καὶ Μενέξενον ἀπαιτήσοντας, ἔξαρνος γίγνεται πρὸς αὐτοὺς μηδὲν ἔχειν τῶν ἐμῶν. πανταχόθεν δέ μοι τοσούτων κακῶν προσπεπτωκότων τίνʼ οἴεσθέ με γνώμην ἔχειν, ᾧ γʼ ὑπῆρχε σιγῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δʼ εἰς τὴν μεγίστην διαβολὴν καὶ ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι; κράτιστον οὖν ἡγησάμην ἡσυχίαν ἄγειν.