χρόνῳ δʼ ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ, κἀγὼ τοῖς φυγάσι συγγιγνοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει, ἐπιστέλλει δὲ τοῖς ἐνθάδʼ ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου τά τε χρήματα παρʼ ἐμοῦ παραλαβεῖν καὶ αὐτὸν εἰσπλεῖν κελεύειν· ἐὰν δὲ τούτων μηδὲν ποιῶ, παρʼ ὑμῶν ἐξαιτεῖν. ἐν τοσούτοις δὲ κακοῖς ὤν, ὦ ἄνδρες δικασταί, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς· οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην ὥστε μὴ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν. ἡγούμην ἡγούμην...πρὸς Σάτυρον· these lines, not found in the MSS., are cited from this speech by the critic Dionysius of Halicarnassus . Blass brackets them. δʼ εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύειν, εἴ τι πάθοι ʼκεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι· εἰ δʼ ὁμολογῶν εἶναι ἐπιστείλαντος Σατύρου μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον. βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι προσομολογεῖν προσομολογεῖν . . . καὶ· these words are not found in the best MSS., nor in Dionysius. It is probable that they are a gloss. πάντα ποιεῖν, ὅσα Σάτυρος προσέταττε, καὶ τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν ἐξ ὧν ἐκεῖνοι μάλιστʼ ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα.