καίτοι πότερον εἰκὸς ἔμʼ ἐν τοσούτοις ὄντα κακοῖς ἀδίκως ἐγκαλεῖν, ἢ Πασίωνα καὶ διὰ τὸ μέγεθος τῶν ἡμετέρων συμφορῶν καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων ἐπαρθῆναι τὴν ἀποστέρησιν ποιήσασθαι; τίς δὲ πώποτʼ εἰς τοσοῦτον συκοφαντίας ἀφίκετο ὥστε αὐτὸς περὶ τοῦ σώματος κινδυνεύων τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν; μετὰ ποίας δʼ ἂν ἐλπίδος ἢ τί διανοηθεὶς ἀδίκως ἦλθον ἐπὶ τοῦτον; πότερον ὡς δείσας τὴν δύναμιν τὴν ἐμὴν ἤμελλεν εὐθύς μοι δώσειν ἀργύριον; ἀλλʼ οὐχ οὕτως ἑκάτερος ἡμῶν ἔπραττεν. ἀλλʼ εἰς ἀγῶνα καταστὰς ᾤμην καὶ παρὰ τὸ δίκαιον πλέον ἕξειν Πασίωνος παρʼ ὑμῖν; ὃς οὐδὲ μένειν ἐνθάδε παρεσκευαζόμην, δεδιὼς μή μʼ ἐξαιτήσειε Σάτυρος παρʼ ὑμῶν. ἀλλʼ ἵνα μηδὲν διαπραττόμενος ἐχθρὸς τούτῳ κατασταίην, ᾧ μάλιστʼ ἐτύγχανον πάντων τῶν ἐν τῇ πόλει χρώμενος; καὶ τίς ἂν ὑμῶν ἀξιώσειε καταγνῶναί μου τοσαύτην μανίαν καὶ ἀμαθίαν; ἐνθυμηθῆναι δʼ ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταί, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν. ὅτε μὲν γὰρ οὕτως ἔπραττον, ὥστʼ οὐδʼ ἄν, εἰ προσωμολόγει μʼ ἀποστερεῖν τῶν χρημάτων, οἷός τʼ ἂν ἦν παρʼ αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶταί μʼ ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι· ἐπειδὴ δʼ ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν. καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο; ἀλλὰ γὰρ ἴσως περὶ τούτων μόνον ἀλλʼ οὐ καὶ περὶ τῶν ἄλλων ἐναντίʼ αὐτὸς αὑτῷ καὶ λέγων καὶ πράττων φανερός ἐστιν· ὃς τὸν μὲν παῖδα, ὃν αὐτὸς ἠφάνισεν, ὑφʼ ἡμῶν ἔφασκεν ἀνδραποδισθῆναι, τὸν αὐτὸν δὲ τοῦτον ἀπεγράψατο μὲν ἐν τοῖς τιμήμασιν ὡς δοῦλον μετὰ τῶν οἰκετῶν τῶν ἄλλων, ἐπεὶ δʼ αὐτὸν ἠξίου Μενέξενος βασανίζειν, ἀφῃρεῖθʼ ὡς ἐλεύθερον ὄντα. πρὸς δὲ τούτοις ἀποστερῶν αὐτὸς τὴν παρακαταθήκην, ἐτόλμησεν ἡμῖν ἐγκαλεῖν ὡς ἔχομεν ἓξ τάλαντʼ ἀπὸ τῆς τούτου τραπέζης. καίτοι ὅστις περὶ πραγμάτων οὕτω φανερῶν ἐπεχείρει ψεύδεσθαι, πῶς χρὴ πιστεύειν αὐτῷ περὶ ὧν μόνος πρὸς μόνον ἔπραξεν;