<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="4"><p>πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησʼ
          ἀποδημῆσαι. γεμίσας οὖς ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατʼ
          ἐμπορίαν καὶ κατὰ θεωρίαν· συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασιωνα ἐχρώμην τῇ
          τούτου τραπέζῃ. </p></div></div></body></text></TEI>