ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τούτων ὑμῖν μάρτυρας παρέξεται, ὡς ἔξαρνος ἐγενόμην πρὸς τοὺς ὑπὲρ Σατύρου πράττοντας μηδὲν κεκτῆσθαι πλὴν ὧν ἐκείνοις παρεδίδουν, καὶ ὡς αὐτὸς ἐπελαμβάνετο τῶν χρημάτων τῶν ἐμῶν ὁμολογοῦντος ἐμοῦ ὀφείλειν τριακοσίας δραχμάς, καὶ ὅτι Ἱππολαΐδαν, ξένον ὄντʼ ἐμαυτοῦ καὶ ἐπιτήδειον, περιεώρων παρὰ τούτου δανειζόμενον. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, καταστὰς εἰς συμφορὰς οἵας ὑμῖν διηγησάμην, καὶ τῶν μὲν οἴκοι πάντων ἀπεστερημένος, τὰ δʼ ἐνθάδʼ ἀναγκαζόμενος παραδιδόναι τοῖς ἥκουσιν, ὑπολοίπου δʼ οὐδενὸς ὄντος μοι, πλὴν εἰ δυνηθείην λαθεῖν περιποιησάμενος τὸ χρυσίον τὸ παρὰ τούτῳ κείμενον, ὁμολογῶ καὶ τούτῳ προσομολογῆσαι τριακοσίας δραχμὰς καὶ περὶ τῶν ἄλλων τοιαῦτα πράττειν καὶ λέγειν ἐξ ὧν ἐκείνους μάλιστʼ ἄν πείθειν ὠόμην μηδὲν εἶναί μοι. καὶ ταῦθʼ ὡς οὐ διʼ ἀπορίαν ἐγίγνετο, ἀλλʼ ἵνα πιστευθείην ὑπʼ ἐκείνων, ῥᾳδίως γνώσεσθε. πρῶτον μὲν γὰρ ὑμῖν μάρτυρας παρέξομαι τοὺς εἰδότας πολλά μοι χρήματʼ ἐκ τοῦ Πόντου κομισθέντα, ἔπειτα δὲ τοὺς ὁρῶντάς με τῇ τούτου τραπέζῃ χρώμενον, ἔτι δὲ παρʼ ὧν ἐχρυσώνησʼ ὑπʼ ἐκεῖνον τὸν χρόνον πλέον ἢ χιλίους στατῆρας.