καίτοι τί μαθόντες, ὦ ἄνδρες δικασταί, προσετάττομεν ἀποδοῦναι Σατύρω τὸ γραμματεῖον, ἂν μὴ διαλλαγῶμεν, εἴπερ ἀπηλλαγμένος ἤδη Πασίων ἦν ἐγκλημάτων καὶ τέλος εἶχεν ἡμῖν τὸ πρᾶγμα; ἀλλὰ δῆλον ὅτι ταύτας τὰς συνθήκας ἐποιησάμεθʼ ὡς ὑπολοίπων ὄντων ἡμῖν ἔτι πραγμάτων, περί ὦν ἔδει τοῦτον πρὸς ἐμὲ κατὰ τὸ γραμματεῖον διαλύσασθαι. ἔπειτʼ ἐγὼ μέν, ὦ ἄνδρες δικασταί ἔχω τὰς αἰτίας εἰπεῖν διʼ ἃς οὗτος ὡμολόγησεν ἀποδώσειν τὸ χρυσίον· ἐπεὶ γὰρ ἡμεῖς τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγημεν καὶ τὸν Κιττον οὐχ οἶός τʼ ἐγένετʼ ἀφανίσαι, τὸν συνειδότα περὶ τῆς παρακαταθήκης, ἡγησάμενος, εἰ μὲν ἐκδοίη τὸν παῖδα βασανίσαι, φανερός γενήσεσθαι πανουργῶν, εἰ δὲ μὴ ποιήσειε ταῦτʼ, ὀφλήσειν τὴν δίκην, ἐβουλήθη πρὸς ἐμὲ ἀπαλλαγὴν ποιήσασθαι. τοῦτον δὲ κελεύσατʼ ἀποδεῖξαι, τι κερδαίνων ἤ τίνα κίνδυνον φοβηθεὶς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων; ἐάν δὲ μηδὲν ἔχῃ τούτων ὑμῖν ἀποφαίνειν, πῶς οὐκ ἄν δικαίως ἐμοὶ μᾶλλον ἢ τούτῳ περὶ τοῦ γραμματείου πιστεύοιτε;