ἀπορῶν δὲ καὶ οὐδεμίαν ἄλλην εὑρίσκων ἀπαλλαγήν, πείσας τοῦ ξένου τοὺς παῖδας διαφθείρει τὸ γραμματεῖον, ὃ ἔδει Σάτυρον λαβεῖν, εἰ μή μʼ ἀπαλλάξειεν οὗτος. καὶ οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ἁπάντων ἀνθρώπων ἐγένετο, καὶ οὔτʼ εἰς τὸν Πόντον ἔφη μοι συμπλευσεῖσθαι οὔτʼ εἶναι πρός ἔμʼ αὐτῷ συμβόλαιον οὐδέν, ἀνοίγειν τʼ ἐκέλευε τὸ γραμματεῖον ἐναντιόν μαρτύρων. τί ἂν ὑμῖν τὰ πολλὰ λέγοιμι, ὦ ἄνδρες δικασταί; εὑρέθη γάρ ἐν τὦ γραμματείῳ γεγραμμένος Γεγραμμένος Benseler: γεγραμμένον MSS.: ἐν τῷ γραμματείῳ γεγραμμένον is bracketed by Blass. ἀφειμένος ἁπάντων τῶν ἐγκλημάτων ὑπʼ ἐμοῦ.