τὰ μὲν οὖν ἡμέτερʼ, ὦ ἄνδρες δικασταί, οὕτω διεπέπρακτο· Μενέξενος δʼ ὀργιζόμενος ὑπὲρ τῆς αἰτίας ἧς κἀκεῖνον Πασίων Πασίων, omitted by ΛΕ , is bracketed by Blass. ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο ποιήσας. καὶ οὗτος, ὦ ἄνδρες δικασταί, ἐδεῖτο μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματʼ ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας ἀποδώσει, αὐτὸς δʼ ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο· ὁ γὰρ παῖς, ἐὰν βασανίζηται,, περὶ πάντων τἀληθῆ κατεπεῖ.