καὶ ἐπειδὴ ἤλθομεν εἰς ἀκρόπολιν, ἐγκαλυψάμενος ἔκλαε καὶ ἔλεγεν, ὡς ἠναγκάσθη μὲν διʼ ἀπορίαν ἔξαρνος γενέσθαι, ὀλίγου δὲ χρόνου πειράσοιτο τὰ χρήματʼ ἀποδοῦναι· ἐδεῖτο δέ μου συγγνώμην ἔχειν αὐτῷ καὶ συγκρύψαι τὴν συμφοράν, ἵνα μὴ παρακαταθήκας δεχόμενος φανερὸς γένηται τοιαῦτʼ ἐξημαρτηκώς. ἡγούμενος δʼ αὐτῷ μεταμέλειν τῶν πεπραγμένων συνεχώρουν καὶ ἐκέλευον αὐτὸν ἐξευρεῖν, ὅντινʼ ἂν βούληται τρόπον, ὅπως τούτῳ τε καλῶς ἕξει κἀγὼ τἀμαυτοῦ κομιοῦμαι.