εἴ τι βούλοιντο. διαφερομένων δʼ ἡμῶν οἱ βασανισταὶ αὐτοὶ μὲν οὐκ ἔφασαν βασανιεῖν, ἔγνωσαν δὲ Πασίωνʼ ἐμοὶ παραδοῦναι τὸν παῖδα. οὗτος δʼ οὕτω σφόδρʼ ἔφευγε τὴν βάσανον, ὥστε περὶ μὲν τῆς παραδόσεως οὐκ ἤθελεν αὐτοῖς πείθεσθαι, τὸ δʼ ἀργύριον ἕτοιμος ἦν ἀποτίνειν, εἰ καταγνοῖεν αὐτοῦ. καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες