Πασίων δʼ εἰς τοῦτο τόλμης ἀφίκεθʼ ὥστʼ ἀφῃρεῖτʼ αὐτὸν ὡς ἐλεύθερον ὄντα, καὶ οὐκ ᾐσχύνετʼ οὐδʼ ἐδεδοίκει, ὃν ἔφασκεν ὑφʼ ἡμῶν ἠνδραποδίσθαι καὶ παρʼ οὗ τοσαῦτα χρήμαθʼ ἡμᾶς ἔχειν, τοῦτον ἐξαιρούμενος εἰς ἐλευθερίαν καὶ κωλύων βασανίζεσθαι. ὃ δὲ πάντων δεινότατον· κατεγγυῶντος γὰρ Μενεξένου πρὸς τὸν πολέμαρχον τὸν παῖδα, Πασίων αὐτὸν ἑπτὰ ταλάντων διηγγυήσατο. καί μοι τούτων ἀνάβητε μάρτυρες. Μάρτυρες