μετὰ δὲ ταῦτʼ, ὦ ἄνδρες δικασταί, ἀφικνοῦνταί μοι οἱ ἀπαγγέλλοντες ὅτι ὁ πατὴρ ἀφεῖται, καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων, ὥστε πίστεις τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη, καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον, καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν εἰληφὼς γυναῖκα τῷ αὑτοῦ υἱεῖ. πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει Κίττον τὸν παῖδα, ὃς συνῄδει περὶ τῶν χρημάτων. ἐπειδὴ δʼ ἐγὼ προσελθὼν ἐξῄτουν αὐτόν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον πάντων δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες αὐτὸν ἐπὶ τῇ τραπέζῃ καθήμενον ἓξ τάλαντʼ ἀργυρίου λάβοιμεν παρʼ αὐτοῦ· ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδʼ ἀντεγκαλεῖν αὑτῷ καὶ ἐξαιτεῖν τοῦτον, ὃν αὐτοὶ ἠφανίσαμεν. καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκεν, ἕως αὐτῷ κατέστησʼ ἓξ ταλάντῶν ἐγγυητάς. καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί· ἐγὼ δὲ τὰ μὲν ἀπολωλεκὼς ἤδη, περὶ δὲ τῶν αἰσχίστας αἰτίας ἔχων, αὐτὸς μὲν εἰς Πελοπόννησον ᾠχόμην ζητήσων, Μενέξενος δʼ εὑρίσκει τὸν παῖδʼ ἐνθάδε, καὶ ἐπιλαβόμενος ἠξίου αὐτὸν βασανίζεσθαι καὶ περὶ τῆς παρακαταθήκης καὶ περὶ ὧν οὗτος ἡμᾶς ᾐτιάσατο.