<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg005.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="1"><p> ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί. οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων
          κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ὃ ἐγὼ περὶ πλείστου
          ποιοῦμαι. οὐσία μὲν γὰρ ἱκανή μοι καταλειφθήσεται καὶ τούτων στερηθέντι· εἰ δὲ δόξαιμι
          μηδὲν προσῆκον τοσαῦτα χρήματʼ ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον. </p></div></div></body></text></TEI>