εἰδότες δὲ τὴν πόλιν τῶν μὲν περὶ τοὺς θεοὺς μάλιστʼ ἂν ὀργισθεῖσαν, εἴ τις εἰς τὰ μυστήρια φαίνοιτʼ ἐξαμαρτάνων, τῶν δʼ ἄλλων εἴ τις τὴν δημοκρατίαν τολμῴη καταλύειν, ἀμφοτέρας ταύτας συνθέντες τὰς αἰτίας εἰσήγγελλον εἰς τὴν βουλήν, λέγοντες ὡς ὁ πατὴρ μὲν συνάγοι τὴν ἑταιρείαν ἐπὶ νεωτέροις πράγμασιν, οὗτοι δʼ ἐν τῇ Πουλυτίωνος οἰκίᾳ συνδειπνοῦντες τὰ μυστήρια ποιήσειαν. ὀρθῆς δὲ τῆς πόλεως γενομένης διὰ τὸ μέγεθος τῶν αἰτιῶν καὶ διὰ ταχέων συλλεγείσης ἐκκλησίας οὕτω σαφῶς ἐπέδειξεν αὐτοὺς ψευδομένους, ὥστε παρὰ μὲν τῶν κατηγόρων ἡδέως ἂν ὁ δῆμος δίκην ἔλαβε, τὸν δʼ εἰς Σικελίαν στρατηγὸν ἐχειροτόνησεν. μετὰ δὲ ταῦθʼ ὁ μὲν ἐξέπλευσεν ὡς ἀπηλλαγμένος ἤδη τῆς διαβολῆς, οἱ δὲ συστήσαντες τὴν βουλὴν καὶ τοὺς ῥήτορας ὑφʼ αὑτοῖς ποιησάμενοι πάλιν ἤγειρον τὸ πρᾶγμα καὶ μηνυτὰς εἰσέπεμπον. καὶ τί δεῖ μακρολογεῖν; οὐ γὰρ πρότερον ἐπαύσαντο, πρὶν τόν τε πατέρʼ ἐκ τοῦ στρατοπέδου μετεπέμψαντο, καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἀπέκτειναν, τοὺς δʼ ἐκ τῆς πόλεως ἐξέβαλον. πυθόμενος δὲ τήν τε τῶν ἐχθρῶν δύναμιν καὶ τὰς τῶν ἐπιτηδείων συμφοράς, καὶ νομίζων δεινὰ πάσχειν ὅτι παρόντα μὲν αὐτὸν οὐκ ἔκρινον, ἀπόντος δὲ κατεγίγνωσκον, οὐδʼ ὣς ἀπελθεῖν ἠξίωσεν εἰς τοὺς πολεμίους· ἀλλʼ ἐκεῖνος μὲν τοσαύτην πρόνοιαν ἔσχεν ὑπὲρ τοῦ μηδὲ φεύγων μηδὲν ἐξαμαρτεῖν εἰς τὴν πόλιν, ὥστʼ εἰς Ἄργος ἐλθὼν ἡσυχίαν εἶχεν, οἱ δʼ εἰς τοσοῦτον ὕβρεως ἦλθον, ὥστʼ ἔπεισαν ὑμᾶς ἐλαύνειν αὐτὸν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ στηλίτην ἀναγράφειν καὶ πρέσβεις πέμποντας ἐξαιτεῖν παρʼ Ἀργείων. ἀπορῶν δʼ ὅ τι χρήσαιτο τοῖς παροῦσι κακοῖς καὶ πανταχόθεν εἰργόμενος καὶ σωτηρίας οὐδεμιᾶς ἄλλης αὐτῷ φαινομένης τελευτῶν ἐπὶ Λακεδαιμονίους ἠναγκάσθη καταφυγεῖν. καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν· τοσοῦτον δὲ τοῖς ἐχθροῖς τῆς ὕβρεως περίεστιν, ὥσθʼ οὕτως ἀνόμως τοῦ πατρὸς ἐκπεσόντος ὡς δεινὰ δεδρακότος αὐτοῦ κατηγοροῦσι, καὶ διαβάλλειν ἐπιχειροῦσιν ὡς Δεκέλειάν τʼ ἐπετείχισε καὶ τὰς νήσους ἀπέστησε καὶ τῶν πολεμίων διδάσκαλος κατέστη.