ἔτι δὲ παῖς ὢν ὑπὸ τῶν τριάκοντʼ ἐκ τῆς πόλεως ἐξέπεσον. κατελθόντων δὲ τῶν ἐκ Πειραιῶς καὶ τῶν ἄλλων κομιζομένων τὰς οὐσίας ἐγὼ μόνος τὴν γῆν, ἣν ἡμῖν ἀπέδωκεν ὁ δῆμος ἀντὶ τῶν δημευθέντων χρημάτων, διὰ τὴν τῶν ἐχθρῶν δύναμιν ἀπεστερήθην. τοσαῦτα δὲ προδεδυστυχηκὼς καὶ δὶς τὴν οὐσίαν ἀπολωλεκὼς νυνὶ πέντε ταλάντων φεύγω δίκην. καὶ τὸ μὲν ἔγκλημʼ ἐστὶ περὶ χρημάτων, ἀγωνίζομαι δʼ εἰ χρὴ μετεῖναί μοι τῆς πόλεως. τῶν γὰρ αὐτῶν τιμημάτων ἐπιγεγραμμένων οὐ περὶ τῶν αὐτῶν ἅπασιν ὁ κίνδυνός ἐστιν, ἀλλὰ τοῖς μὲν χρήματα κεκτημένοις περὶ ζημίας, τοῖς δʼ ἀπόρως ὥσπερ ἐγὼ διακειμένοις περὶ ἀτιμίας, ἣν ἐγὼ φυγῆς μείζω συμφορὰν νομίζω· πολὺ γὰρ ἀθλιώτερον παρὰ τοῖς αὑτοῦ πολίταις ἠτιμωμένον οἰκεῖν ἢ παρʼ ἑτέροις μετοικεῖν. δέομαι δʼ οὖν ὑμῶν βοηθῆσαί μοι καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ὑβρισθέντα μηδὲ τῆς πατρίδος στερηθέντα μηδʼ ἐπὶ τοιαύταις τύχαις περίβλεπτον γενόμενον. δικαίως δʼ ἂν ὑφʼ ὑμῶν ἐξ αὐτῶν τῶν ἔργων ἐλεηθείην, εἰ καὶ τῷ λόγῳ τυγχάνω μὴ δυνάμενος ἐπὶ τοῦθʼ ὑμᾶς ἄγειν, εἴπερ χρὴ τούτους ἐλεεῖν, τοὺς ἀδίκως μὲν κινδυνεύοντας, περὶ δὲ τῶν μεγίστων ἀγωνιζομένους, ἀναξίως δʼ αὑτῶν καὶ τῶν προγόνων πράττοντας, πλείστων δὲ χρημάτων ἀπεστερημένους καὶ μεγίστῃ μεταβολῇ τοῦ βίου κεχρημένους. πολλὰ δʼ ἔχων ἐμαυτὸν ὀδύρασθαι μάλιστʼ ἐπὶ τούτοις ἀγανακτῶ, πρῶτον μὲν εἰ τούτῳ δώσω δίκην παρʼ οὗ λαβεῖν μοι προσήκει, δεύτερον δʼ εἰ διὰ τὴν τοῦ πατρὸς νίκην τὴν Ὀλυμπίασιν ἀτιμωθήσομαι, διʼ ἣν τοὺς ἄλλους ὁρῶ δωρεὰς λαμβάνοντας, πρὸς δὲ τούτοις εἰ Τεισίας μὲν μηδὲν ἀγαθὸν ποιήσας τὴν πόλιν καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ μέγα δυνήσεται, ἐγὼ δʼ εἰ μηδετέρους ἀδικήσας ὑπʼ ἀμφοτέρων κακῶς πείσομαι, καὶ περὶ μὲν τῶν ἄλλων τἀναντία τοῖς τριάκοντα πράξετε, περὶ δʼ ἐμοῦ τὴν αὐτὴν ἐκείνοις γνώμην ἕξετε, καὶ τότε μὲν μεθʼ ὑμῶν, νῦν δʼ ὑφʼ ὑμῶν τῆς πόλεως στερήσομαι.