<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg004.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="36"><p>πρὸς δὲ τὴν πολιτείαν, οὐδὲ γὰρ<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">οὐδὲ γὰρ Λ· οὐδέ γε Γ.</foreign></note> τοῦτο παραλειπτέον, ὥσπερ
            οὐδʼ<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ὥσπερ οὐδʼ
              Λ· οὐδὲ γὰρ Γ.</foreign> Kayser proposed to delete <foreign xml:lang="grc">ἀλλὰ</foreign> and <foreign xml:lang="grc">περὶ τὸν δῆμον</foreign> to correct the
            anacoluthon, which may well be intentional.</note> ἐκεῖνος αὐτῆς ἠμέλησεν, ἀλλὰ τοσούτῳ
          τῶν μάλιστʼ εὐδοκιμησάντων ἀμείνων περὶ τὸν δῆμον γέγονεν, ὅσον τοὺς μὲν ἄλλους εὑρήσεθʼ
          ὑπὲρ αὑτῶν στασιάσαντας, ἐκεῖνον δʼ ὑπὲρ ὑμῶν κινδυνεύοντα. οὐ γὰρ ἀπελαυνόμενος ἀπὸ τῆς
          ὀλιγαρχίας ἀλλὰ παρακαλούμενος ἦν δημοτικός· καὶ πολλάκις ἐκγενόμενον αὐτῷ μὴ μόνον μετʼ
          ὀλίγων τῶν ἄλλων ἄρχειν ἀλλὰ καὶ τούτων αὐτῶν πλέον ἔχειν, οὐκ ἠθέλησεν, ἀλλʼ εἵλεθʼ ὑπὸ
          τῆς πόλεως ἀδικηθῆναι μᾶλλον ἢ τὴν πολιτείαν προδοῦναι. </p></div><div subtype="section" type="textpart" n="37"><p>καὶ ταῦθʼ ἕως μὲν συνεχῶς ἐδημοκρατεῖσθʼ οὐδεὶς ἂν ὑμᾶς λέγων ἔπεισεν· νῦν δʼ αἱ στάσεις
          αἱ γενόμεναι σαφῶς ἐπέδειξαν καὶ τοὺς δημοτικοὺς καὶ τοὺς ὀλιγαρχικοὺς καὶ τοὺς οὐδετέρων
          ἐπιθυμοῦντας καὶ τοὺς ἀμφοτέρων μετέχειν ἀξιοῦντας. ἐν αἷς δὶς ὑπὸ τῶν ἐχθρῶν τῶν ὑμετέρων
          ἐξέπεσεν· καὶ τὸ μὲν πρότερον, ἐπειδὴ τάχιστʼ ἐκεῖνον ἐκποδὼν ἐποιήσαντο, τὸν δῆμον
          κατέλυσαν, τὸ δʼ ὕστερον οὐκ ἔφθασαν ὑμᾶς καταδουλωσάμενοι, καὶ πρώτου τῶν πολιτῶν αὐτοῦ
          φυγὴν κατέγνωσαν· οὕτω σφόδρʼ ἥ τε πόλις τῶν τοῦ πατρὸς κακῶν ἀπέλαυσε κἀκεῖνος τῶν τῆς
          πόλεως συμφορῶν ἐκοινώνησεν. </p></div><div subtype="section" type="textpart" n="38"><p> καίτοι πολλοὶ τῶν πολιτῶν πρὸς αὐτὸν δυσκόλως εἶχον ὡς πρὸς τυραννεῖν ἐπιβουλεύοντα, οὐκ
          ἐκ τῶν ἔργων σκοποῦντες, ἀλλʼ ἡγούμενοι τὸ μὲν πρᾶγμʼ ὑπὸ πάντων ζηλοῦσθαι, δύνασθαι δʼ ἂν
          ἐκεῖνον μάλιστα διαπράξασθαι. διὸ καὶ δικαίως ἂν αὐτῷ πλείω χάριν ἔχοιτε, ὅτι τὴν μὲν
          αἰτίαν μόνος τῶν πολιτῶν ἄξιος ἦν ταύτην ἔχειν, τῆς δὲ πολιτείας ἴσον ᾤετο δεῖν καὶ τοῖς
          ἄλλοις μετεῖναι. </p></div><div subtype="section" type="textpart" n="39"><p>διὰ δὲ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν ὑπὲρ τοῦ πατρὸς ἀπορῶ, τίνος ἐν τῷ παρόντι πρέπει
          μνησθῆναι καὶ ποῖʼ αὐτῶν χρὴ παραλιπεῖν· ἀεὶ γάρ μοι δοκεῖ μεῖζον εἶναι τὸ μήπω
          πεφρασμένον τῶν ἤδη πρὸς ὑμᾶς εἰρημένων. ἐπεὶ καὶ τοῦθʼ ἡγοῦμαι πᾶσιν εἶναι φανερὸν ὅτι
          τοῦτον ἀναγκαῖόν ἐστιν εὐνούστατον εἶναι ταῖς τῆς πόλεως εὐτυχίαις, ὅτῳ πλεῖστον μέρος καὶ
          τῶν ἀγαθῶν καὶ τῶν κακῶν μέτεστιν. </p></div><div subtype="section" type="textpart" n="40"><p>ἐκείνου τοίνυν εὖ μὲν πραττούσης τῆς πόλεως τίς εὐδαιμονέστερος ἢ θαυμαστότερος ἢ
          ζηλωτότερος ἦν τῶν πολιτῶν, δυστυχησάσης δὲ τίς ἐλπίδων μειζόνων ἢ χρημάτων πλειόνων ἢ
          δόξης καλλίονος ἐστερήθη; οὐ τὸ τελευταῖον ἐπειδὴ κατέστησαν οἱ τριάκονθʼ οἱ μὲν ἄλλοι τὴν
          πόλιν ἔφυγον, ἐκεῖνος δὲ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξέπεσεν; οὐ Λακεδαιμόνιοι καὶ Λύσανδρος
          ὁμοίως ἔργον ἐποιήσαντʼ ἐκεῖνον ἀποκτεῖναι καὶ τὴν ὑμετέραν καταλῦσαι δύναμιν, οὐδεμίαν
          ἡγούμενοι πίστιν ἕξειν παρὰ τῆς πόλεως, εἰ τὰ τείχη καταβάλοιεν, εἰ μὴ καὶ τὸν ἀναστῆσαι
          δυνάμενον ἀπολέσαιεν; </p></div></div></body></text></TEI>