ὑπὲρ ὧν προσήκει τοῖς ἐλευθέροις μάλιστʼ ὀργίζεσθαι καὶ μεγίστης τυγχάνειν τιμωρίας. ὁρῶ δʼ ὑμᾶς, ὅταν του καταγνῶθʼ ἱεροσυλίαν ἢ κλοπήν, οὐ πρὸς τὸ μέγεθος ὧν ἂν λάβωσι τὴν τίμησιν ποιουμένους, ἀλλʼ ὁμοίως ἁπάντων θάνατον καταγιγνώσκοντας, καὶ νομίζοντας δίκαιον εἶναι τοὺς τοῖς αὐτοῖς ἔργοις ἐπιχειροῦντας ταῖς αὐταῖς ζημίαις κολάζεσθαι. χρὴ τοίνυν καὶ περὶ τῶν ὑβριζόντων τὴν αὐτὴν γνώμην ἔχειν, καὶ μὴ τοῦτο σκοπεῖν, εἰ μὴ σφόδρα συνέκοψαν, ἀλλʼ εἰ τὸν νόμον παρέβησαν, μηδʼ ὑπὲρ τοῦ συντυχόντος μόνον ἀλλʼ ὑπὲρ ἅπαντος τοῦ τρόπου δίκην παρʼ αὐτῶν λαμβάνειν, ἐνθυμουμένους ὅτι πολλάκις ἤδη μικραὶ προφάσεις μεγάλων κακῶν αἴτιαι γεγόνασι, καὶ διότι διὰ τοὺς τύπτειν τολμῶντας εἰς τοῦτʼ ἤδη τινὲς ὀργῆς προήχθησαν ὥστʼ εἰς τραύματα καὶ θανάτους καὶ φυγὰς καὶ τὰς μεγίστας συμφορὰς ἐλθεῖν· ὧν οὐδὲν διὰ τὸν φεύγοντα τὴν δίκην ἀγένητόν ἐστιν, ἀλλὰ κατὰ μὲν τὸ τούτου μέρος ἅπαντα πέπρακται, διὰ δὲ τὴν τύχην καὶ τὸν τρόπον τὸν ἐμὸν οὐδὲν τῶν ἀνηκέστων συμβέβηκεν. ἡγοῦμαι δʼ ὑμᾶς οὕτως ἂν ἀξίως ὀργισθῆναι τοῦ πράγματος, εἰ διεξέλθοιτε πρὸς ὑμᾶς αὐτοὺς ὅσῳ μεῖζόν ἐστι τοῦτο τῶν ἄλλων ἁμαρτημάτων. εὑρήσετε γὰρ τὰς μὲν ἄλλας ἀδικίας μέρος τι τοῦ βίου βλαπτούσας, τὴν δʼ ὕβριν ὅλοις τοῖς πράγμασι λυμαινομένην, καὶ πολλοὺς μὲν οἴκους διʼ αὐτὴν διαφθαρέντας, πολλὰς δὲ πόλεις ἀναστάτους γεγενημένας. καὶ τί δεῖ τὰς τῶν ἄλλων συμφορὰς λέγοντα διατρίβειν; αὐτοὶ γὰρ ἡμεῖς δὶς ἤδη τὴν δημοκρατίαν ἐπείδομεν καταλυθεῖσαν καὶ δὶς τῆς ἐλευθερίας ἀπεστερήθημεν, οὐχ ὑπὸ τῶν ταῖς ἄλλαις πονηρίαις ἐνόχων ὄντων, ἀλλὰ διὰ τοὺς καταφρονοῦντας τῶν νόμων καὶ βουλομένους τοῖς μὲν πολεμίοις δουλεύειν,