οὐκ, ἄν γέ μοι πεισθῆθʼ, οὕτω διακείσεσθε πρὸς ὑμᾶς αὐτούς, οὐδὲ διδάξετε τοὺς νεωτέρους καταφρονεῖν τοῦ πλήθους τῶν πολιτῶν, οὐδὲ ἀλλοτρίους ἡγήσεσθʼ εἶναι τοὺς τοιούτους τῶν ἀγώνων, ἀλλʼ ὡς ὑπὲρ αὑτοῦ δικάζων, οὕτως ἕκαστος ὑμῶν οἴσει τὴν ψῆφον. ἅπαντας γὰρ ὁμοίως ἀδικοῦσιν οἱ τολμῶντες τοῦτον τὸν νόμον παραβαίνειν τὸν ὑπὲρ τῶν σωμάτων τῶν ὑμετέρων κείμενον. ὥστʼ ἂν σωφρονῆτε, παρακαλέσαντες ἀλλήλους ἐνσημανεῖσθε Λοχίτῃ τὴν ὀργὴν τὴν ὑμετέραν αὐτῶν, εἰδότες ὅτι πάντες οἱ τοιοῦτοι τῶν μὲν νόμων τῶν κειμένων καταφρονοῦσι, τὰ δʼ ἐνθάδε γιγνωσκόμενα, ταῦτα νόμους εἶναι νομίζουσιν. ἐγὼ μὲν οὖν ὡς οἷός τʼ ἦν εἴρηκα περὶ τοῦ πράγματος· εἰ δέ τις τῶν παρόντων ἔχει τί μοι συνειπεῖν, ἀναβὰς εἰς ὑμᾶς λεγέτω.