τοὺς δὲ πολίτας ὑβρίζειν. ὧν οὗτος εἷς ὢν τυγχάνει. καὶ γὰρ εἰ τῶν τότε κατασταθέντων νεώτερός ἐστιν, ἀλλὰ τόν γε τρόπον ἔχει τὸν ἐξ ἐκείνης τῆς πολιτείας. αὗται γὰρ αἱ φύσεις εἰσὶν αἱ παραδοῦσαι μὲν τὴν δύναμιν τὴν ἡμετέραν τοῖς πολεμίοις, κατασκάψασαι δὲ τὰ τείχη τῆς πατρίδος, πεντακοσίους δὲ καὶ χιλίους ἀκρίτους ἀποκτείνασαι τῶν πολιτῶν. ὧν εἰκὸς ὑμᾶς μεμνημένους τιμωρεῖσθαι μὴ μόνον τοὺς τότε λυμηναμένους ἀλλὰ καὶ τοὺς νῦν βουλομένους οὕτω διαθεῖναι τὴν πόλιν, καὶ τοσούτῳ μᾶλλον τοὺς ἐπιδόξους γενήσεσθαι πονηροὺς τῶν πρότερον ἡμαρτηκότων, ὅσῳ περ κρεῖττόν ἐστι τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρεῖν ἢ τῶν ἤδη γεγενημένων δίκην λαβεῖν. καὶ μὴ περιμείνηθʼ ἕως ἂν ἀθροισθέντες καὶ καιρὸν λαβόντες εἰς ὅλην τὴν πόλιν ἐξαμάρτωσιν, ἀλλʼ ἐφʼ ἧς ἂν ὑμῖν προφάσεως παραδοθῶσιν, ἐπὶ ταύτης αὐτοὺς τιμωρεῖσθε, νομίζοντες εὕρημʼ ἔχειν, ὅταν τινὰ λάβητʼ ἐν μικροῖς πράγμασιν ἐπιδεδειγμένον ἅπασαν τὴν αὑτοῦ πονηρίαν. κράτιστον μὲν γὰρ ἦν, εἴ τι προσῆν ἄλλο σημεῖον τοῖς πονηροῖς τῶν ἀνθρώπων, πρὶν ἀδικηθῆναί τινα τῶν πολιτῶν, πρότερον κολάζειν αὐτούς· ἐπειδὴ δʼ οὐχ οἷόν τʼ ἐστὶν αἰσθέσθαι πρὶν κακῶς τινὰς παθεῖν ὑπʼ αὐτῶν, ἀλλʼ οὖν γʼ ἐπειδὰν γνωρισθῶσι, προσήκει πᾶσι μισεῖν τοὺς τοιούτους καὶ κοινοὺς ἐχθροὺς νομίζειν. ἐνθυμεῖσθε δʼ ὅτι τῶν μὲν περὶ τὰς οὐσίας κινδύνων οὐ μέτεστι τοῖς πένησι, τῆς δʼ εἰς τὰ σώματʼ αἰκίας ὁμοίως ἅπαντες κοινωνοῦμεν· ὥσθʼ ὅταν μὲν τοὺς ἀποστεροῦντας τιμωρῆσθε, τοὺς πλουσίους μόνον ὠφελεῖτε, ὅταν δὲ τοὺς ὑβρίζοντας κολάζητε,