ὡς μὲν τοίνυν ἔτυπτέ με Λοχίτης, ἄρχων χειρῶν ἀδίκων, ἅπαντες ὑμῖν οἱ παρόντες μεμαρτυρήκασιν. τὸ δʼ ἁμάρτημα τοῦθʼ οὐχ ὅμοιον δεῖ νομίζειν τοῖς ἄλλοις οὐδὲ τὰς τιμωρίας ἴσας ποιεῖσθαι περί τε τοῦ σώματος καὶ τῶν χρημάτων, ἐπισταμένους ὅτι τοῦτο πᾶσιν ἀνθρώποις οἰκειότατόν ἐστι, καὶ τούς τε νόμους ἐθέμεθα καὶ περὶ τῆς ἐλευθερίας μαχόμεθα καὶ τῆς δημοκρατίας ἐπιθυμοῦμεν καὶ τἄλλα πάντα τὰ περὶ τὸν βίον ἕνεκα τούτου πράττομεν. ὥστʼ εἰκὸς ὑμᾶς ἐστὶ τοὺς περὶ τοῦτʼ ἐξαμαρτάνοντας, ὃ περὶ πλείστου ποιεῖσθε, τῇ μεγίστῃ ζημίᾳ κολάζειν. εὑρήσετε δὲ καὶ τοὺς θέντας ἡμῖν τοὺς νόμους ὑπὲρ τῶν σωμάτων μάλιστα σπουδάσαντας. πρῶτον μὲν γὰρ περὶ μόνου τούτου τῶν ἀδικημάτων καὶ δίκας καὶ γραφὰς ἄνευ παρακαταβολῆς ἐποίησαν, ἵνʼ ὅπως ἂν ἕκαστος ἡμῶν τυγχάνῃ καὶ δυνάμενος καὶ βουλόμενος, οὕτως ἔχῃ τιμωρεῖσθαι τοὺς ἀδικοῦντας. ἔπειτα τῶν μὲν ἄλλων ἐγκλημάτων αὐτῷ τῷ παθόντι μόνον ὁ δράσας ὑπόδικός ἐστιν· περὶ δὲ τῆς ὕβρεως, ὡς κοινοῦ τοῦ πράγματος ὄντος, ἔξεστι τῷ βουλομένῳ τῶν πολιτῶν γραψαμένῳ πρὸς τοὺς θεσμοθέτας εἰσελθεῖν εἰς ὑμᾶς. οὕτω δʼ ἡγήσαντο δεινὸν εἶναι τὸ τύπτειν ἀλλήλους, ὥστε καὶ περὶ τῆς κακηγορίας νόμον ἔθεσαν ὃς κελεύει τοὺς λέγοντάς τι τῶν ἀπορρήτων πεντακοσίας δραχμὰς ὀφείλειν. καίτοι πηλίκας τινὰς χρὴ ποιεῖσθαι τὰς τιμωρίας ὑπὲρ τῶν ἔργῳ παθόντων κακῶς, ὅταν ὑπὲρ τῶν λόγῳ μόνον ἀκηκοότων οὕτως ὀργιζόμενοι φαίνησθε; θαυμαστὸν δʼ εἰ τοὺς μὲν ἐπὶ τῆς ὀλιγαρχίας ὑβρίσαντας ἀξίους θανάτου νομίζετε, τοὺς δʼ ἐν δημοκρατίᾳ ταὔτʼ ἐκείνοις ἐπιτηδεύοντας ἀζημίους ἀφήσετε. καίτοι δικαίως ἂν μείζονος οὗτοι τιμωρίας τυγχάνοιεν· φανερώτερον γὰρ ἐπιδείκνυνται τὴν αὑτῶν πονηρίαν. ὅστις γὰρ νῦν τολμᾷ παρανομεῖν, ὅτʼ οὐκ ἔξεστι, τί ποτʼ ἂν ἐποίησεν, ὅθʼ οἱ κρατοῦντες τῆς πόλεως καὶ χάριν εἶχον τοῖς τὰ τοιαῦτʼ ἐξαμαρτάνουσιν; ἴσως οὖν Λοχίτης ἐπιχειρήσει μικρὸν ποιεῖν τὸ πρᾶγμα, διασύρων τὴν κατηγορίαν καὶ λέγων ὡς οὐδὲν ἐκ τῶν πληγῶν κακὸν ἔπαθον, ἀλλὰ μείζους ποιοῦμαι τοὺς λόγους ἢ κατὰ τὴν ἀξίαν τῶν γεγενημένων. ἐγὼ δʼ εἰ μὲν μηδεμία προσῆν ὕβρις τοῖς πεπραγμένοις, οὐκ ἄν ποτʼ εἰσῆλθον εἰς ὑμᾶς· νῦν δʼ οὐχ ὑπὲρ τῆς ἄλλης βλάβης τῆς ἐκ τῶν πληγῶν γενομένης, ἀλλʼ ὑπὲρ τῆς αἰκίας καὶ τῆς ἀτιμίας ἥκω παρʼ αὐτοῦ δίκην ληψόμενος,