ὅτε γὰρ ἡ πόλις ἀπώλεσε τὰς ναῦς τὰς ἐν Ἐλλησπόντῳ καὶ τῆς δυνάμεως ἐστερήθη, τῶν μὲν πλείστων τριηράρχων τοσοῦτον διήνεγκον, ὅτι μετʼ ὀλίγων ἔσωσα τὴν ναῦν, αὐτῶν δὲ τούτων, ὅτι καταπλεύσας εἰς τὸν Πειραιᾶ μόνος οὐ κατέλυσα τὴν τριηραρχίαν, ἀλλὰ τῶν ἄλλων ἀσμένως ἀπαλλαττομένων τῶν λῃτουργιῶν καὶ πρὸς τὰ παρόντʼ ἀθύμως διακειμένων, καὶ τῶν μὲν ἀνηλωμένων αὐτοῖς μεταμέλον, τὰ δὲ λοιπὰ ἀποκρυπτομένων, καὶ νομιζόντων τὰ μὲν κοινὰ διεφθάρθαι, τὰ δʼ ἴδια σκοπουμένων, οὐ τὴν αὐτὴν ἐκείνοις γνώμην ἔσχον, ἀλλὰ πείσας τὸν ἀδελφὸν συντριηραρχεῖν, παρʼ ἡμῶν αὐτῶν μισθὸν διδόντες τοῖς ναύταις κακῶς ἐποιοῦμεν τοὺς πολεμίους.