καὶ τοιαῦθʼ ἡμαρτηκὼς ἐπιχειρήσει λέγειν, ὡς ψευδόμεθα, ὅμοιον ἐργαζόμενος, ὥσπερ ἂν εἴ τῳ Φρυνώνδας πανουργίαν ὀνειδίσειεν ἢ Φιλουργὸς ὁ τὸ Γοργόνειον ὑφελόμενος τοὺς ἄλλους ἱεροσύλους ἔφασκεν εἶναι. τίνα δὲ προσήκει τῶν μὴ γενομένων παρασχέσθαι μάρτυρας μᾶλλον ἢ τοῦτον, ὃς αὐτὸς ἑτέροις τὰ ψευδῆ τολμᾷ μαρτυρεῖν; ἀλλὰ γὰρ Καλλιμάχου μὲν ἐξέσται πολλάκις κατηγορεῖν, οὕτω γὰρ παρεσκεύασται πολιτεύεσθαι, περὶ δʼ ἐμαυτοῦ τὰς μὲν ἄλλας ἁπάσας παραλείψω λειτουργίας, ἧς δʼ οὐ μόνον ἄν μοι δικαίως ἔχοιτε χάριν ἀλλὰ καὶ τεκμηρίῳ χρήσαισθε περὶ τοῦ παντὸς πράγματος, ταύτης δὲ μνησθήσομαι πρὸς ὑμᾶς. ὅτε γὰρ ἡ πόλις ἀπώλεσε τὰς ναῦς τὰς ἐν Ἐλλησπόντῳ καὶ τῆς δυνάμεως ἐστερήθη, τῶν μὲν πλείστων τριηράρχων τοσοῦτον διήνεγκον, ὅτι μετʼ ὀλίγων ἔσωσα τὴν ναῦν, αὐτῶν δὲ τούτων, ὅτι καταπλεύσας εἰς τὸν Πειραιᾶ μόνος οὐ κατέλυσα τὴν τριηραρχίαν,