<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="53"><p>πυθόμενος δʼ ὁ Κρατῖνος τὰς τούτων ἐπιβουλὰς τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγεν, ἵνα μὴ
          μεταθεῖντο τὸ πρᾶγμα μηδʼ ἑτέρους λόγους ἐξευρίσκοιεν, ἀλλʼ ἐπʼ αὐτοφώρῳ ληφθεῖεν
          κακουργοῦντες· ἐπειδὴ δʼ ὁ κηδεστὴς μὲν ἦν ὁ τούτου κατηγορηκώς, οὗτος δὲ μεμαρτυρηκὼς ἦ
          μὴν τεθνάναι τὴν ἄνθρωπον, </p></div><div subtype="section" type="textpart" n="54"><p>ἐλθόντες εἰς τὴν οἰκίαν ἵνʼ ἦν κεκρυμμένη, βίᾳ λαβόντες αὐτὴν καὶ ἀγαγόντες ἐπὶ τὸ
          δικαστήριον ζῶσαν ἅπασι τοῖς παροῦσιν ἐπέδειξαν. ὥσθʼ ἑπτακοσίων μὲν δικαζόντων, τεττάρων
          δὲ καὶ δέκα μαρτυρησάντων ἅπερ οὗτος, οὐδεμίαν ψῆφον μετέλαβε.<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ὑμᾶς</foreign> Blass: <foreign xml:lang="grc">ἡμεῖς.</foreign></note> καί μοι κάλει τούτων μάρτυρας.</p><p rend="align(center)"><label>Μάρτυρες</label></p></div></div></body></text></TEI>