<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="5"><p>ἦρχον μὲν γὰρ οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες, ὄντος δέ μοι Πατροκλέους
          ἐπιτηδείου, τοῦ τότε βασιλεύοντος, ἔτυχον μετʼ αὐτοῦ βαδίζων. ἐκεῖνος δʼ ἐχθρὸς ὢν
          Καλλιμάχῳ τῷ νῦν ἐμὲ διώκοντι τὴν δίκην, ἀπήντησεν ἀργύριον φέροντι. λαβόμενος δʼ αὐτοῦ
          Πάμφιλον ἔφασκεν αὐτὸ καταλιπεῖν καὶ δημόσιον γίγνεσθαι· ἐκεῖνον γὰρ εἶναι τῶν ἐν
          Πειραιεῖ. </p></div><div subtype="section" type="textpart" n="6"><p>ἀμφισβητοῦντος δὲ τούτου καὶ λοιδορίας αὐτοῖς γενομένης ἄλλοι τε πολλοὶ συνέδραμον, καὶ
          κατὰ τύχην Ῥίνων εἷς τῶν δέκα γενόμενος προσῆλθεν. εὐθὺς οὖν πρὸς αὐτὸν τὴν φάσιν τῶν
          χρημάτων ὁ Πατροκλῆς ἐποιεῖτο· ὁ δʼ ὡς τοὺς συνάρχοντας ἦγεν ἀμφοτέρους. ἐκεῖνοι δʼ εἰς
          τὴν βουλὴν περὶ αὐτῶν ἀπέδοσαν· κρίσεως δὲ γενομένης ἔδοξε τὰ χρήματα δημόσιʼ εἶναι. μετὰ
          δὲ ταῦτʼ, </p></div></div></body></text></TEI>