<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="46"><p>ἐπειδὴ δὲ τὰς πὶστεις ἀλλήλοις ἔδομεν εἰς ταὐτὸν συνελθόντες, οὕτω καλῶς καὶ κοινῶς
          πολιτευόμεθα, ὤσπερ οὐδεμιᾶς ἡμῖν συμφορᾶς γεγενημένης. καὶ τότε μὲν ἀμαθεστάτους καὶ
          δυστυχεστάτους πάντες ἡμᾶς ἐνόμιζον· νῦν δʼ εὐδαιμονέστατοι καὶ σωφρονέστατοι τῶν Ἑλλήνων
          δοκοῦμεν εἶναι. </p></div><div subtype="section" type="textpart" n="47"><p>ὥστʼ ἄξιον οὐ μόνον τηλικαύταις ζημίαις κολάζειν τοὺς παραβαίνειν τολμῶντας τὰς συνθήκας
          ἀλλὰ ταῖς ἐσχάταις, ὡς τῶν μεγίστων κακῶν αἰτίους ὄντας, ἄλλως τε καὶ τοὺς ὥσπερ
          Καλλίμαχος βεβιωκότας. ὃς δέκα μὲν ἔτη συνεχῶς ὑμῖν Λακεδαιμονίων πολεμησάντων οὐδὲ μίαν
          παρέσχεν αὑτὸν ἡμέραν τάξαι τοῖς στρατηγοῖς, </p></div><div subtype="section" type="textpart" n="48"><p>ἀλλʼ ἐκεῖνον μὲν τὸν χρόνον διετέλεσεν ἀποδιδράσκων καὶ τὴν οὐσίαν ἀποκρυπτόμενος, ἐπειδὴ
          δʼ οἱ τριάκοντα κατέστησαν, τηνικαῦτα κατέπλευσεν εἰς τὴν πόλιν. καὶ φησὶ μὲν εἶναι
          δημοτικός, τοσούτῳ δὲ μᾶλλον τῶν ἄλλων ἐπεθύμει μετασχεῖν ἐκείνης τῆς πολιτείας, ὥστʼ οὐδʼ
          εἰ κακῶς ἔπαθεν, ἠξίωσεν ἀπελθεῖν, ἀλλʼ ᾑρεῖτο μετὰ τῶν ἡμαρτηκότων εἰς αὑτὸν
          πολιορκεῖσθαι μᾶλλον ἢ μεθʼ ὑμῶν τῶν συνηδικημένων πολιτεύεσθαι. </p></div><div subtype="section" type="textpart" n="49"><p>καὶ μέχρι τῆς ἡμέρας ἐκείνης παρέμεινε μετέχων τῆς πολιτείας, ἐν ᾗ προσβαλεῖν ἠμέλλετε
          πρὸς τὸ τεῖχος· τότε δʼ ἐξῆλθεν, οὐ τὰ παρόντα μισήσας ἀλλὰ δείσας τὸν ἐπιόντα κίνδυνον,
          ὡς ὕστερον ἐδήλωσεν. ἐπειδὴ γὰρ Λακεδαιμονίων ἐθόντων ὁ δῆμος ἐν τῷ Πειραιεῖ κατεκλείσθη,
          πάλιν ἐκεῖθεν διαδρὰς ἐν Βοιωτοῖς διῃτᾶτο· ὥστʼ αὐτῷ προσήκει μετὰ τῶν αὐτομόλων
          ἀναγεγράφθαι πολὺ μᾶλλον ἢ τῶν φυγόντων ὀνομάζεσθαι. </p></div><div subtype="section" type="textpart" n="50"><p>καὶ τοιοῦτος γεγενημένος καὶ περὶ τοὺς ἐκ Πειραιέως καὶ περὶ τοὺς ἐν ἄστει μείναντας καὶ
          περὶ πᾶσαν τὴν πόλιν, οὐκ ἀγαπᾷ τῶν ἴσων τυγχάνειν τοῖς ἄλλοις ἀλλὰ ζητεῖ πλέον ἔχειν
          ὑμῶν, ὥπερ ἢ μόνος ἀδικηθεὶς ἢ βέλτιστος ὢν πολιτῶν ἢ μεγίσταις συμφοραῖς διʼ ὑμᾶς
          κεχρημένος ἢ πλείστων ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος. </p></div></div></body></text></TEI>