<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="42"><p>ἐνθυμεῖσθε δʼ, εἰ καὶ τῳ δόξω δὶς περὶ τῶν αὐτῶν λέγειν, ὅτι πολλοὶ προσέχουσι ταύτῃ τῇ
          δίκῃ τὸν νοῦν, οὐ τῶν ἡμετέρων πραγμάτων φροντίζοντες, ἀλλʼ ἡγούμενοι περὶ τῶν συνθηκῶν
          εἶναι τὴν κρίσιν. οὓς ὑμεῖς τὰ δίκαια γνόντες ἀδεῶς οἰκεῖν ἐν τῇ πόλει ποιήσετε· εἰ δὲ μή,
          πῶς οἴεσθε διακείσεσθαι τοὺς ἐν ἄστει μείναντας, ἤν ὁμοίως ἅπασιν ὀργιζόμενοι φαίνησθε
          τοῖς μετασχοῦσι τῆς πολιτείας; </p></div><div subtype="section" type="textpart" n="43"><p>τίνα δὲ γνώμην ἕξειν τοὺς μικρὸν ἁμάρτημα σφίσιν αὐτοῖς συνειδότας, ὅταν ὁρῶσι μηδὲ τοὺς
          κοσμίως πεπολιτευμένους τῶν δικαίων τυγχάνοντας; πόσην δὲ χρὴ προσδοκᾶν ἔσεσθαι ταραχήν,
          ὅταν οἱ μὲν ἐπαρθῶσι συκοφαντεῖν ὡς ὑμῶν αὐτοῖς ἤδη ταὔτʼ ἐγνωκότων, οἱ δὲ δεδίωσι τὴν
          παροῦσαν πολιτείαν ὡς οὐδεμιᾶς αὐτοῖς ἔτι καταφυγῆς ὑπαρχούσης; </p></div><div subtype="section" type="textpart" n="44"><p>ἆρʼ οὐκ ἄξιον φοβεῖσθαι μὴ συγχυθέντων τῶν ὅρκων πάλιν εἰς ταὐτὰ καταστῶμεν ἐξ ὧνπερ
          ἠναγκάσθημεν τὰς συνθήκας ποιήσασθαι; καὶ μὴν οὐ δεῖ γʼ ὑμᾶς παρʼ ἑτέρων μαθεῖν. ὅσον
          ἐστὶν ὁμόνοια ἀγαθὸν ἢ στάσις κακόν· οὕτω γὰρ ἀμφοτέρων σφόδρα πεπείρασθε, ὥστε καὶ τοὺς
          ἄλλους ὑμεῖς ἄριστʼ ἂν διδάξαιτε περὶ αὐτῶν. </p></div></div></body></text></TEI>