<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="41"><p>ἐπεὶ κακῶς γʼ αὑτὸν πράττοντα ἐπιδεῖξαι καὶ πρὸς ἄλλον ὁντινοῦν ἀγωνιζόμενος τῶν πολιτῶν
          δύναται. καίτοι χρὴ μέγα παρʼ ὑμῖν δύνασθαι τῶν κατηγοριῶν, οὐχ αἷς ἔξεστι χρῆσθαι καὶ
          πρὸς τοὺς μηδέν ἡμαρτηκότας, ἀλλʼ ἃς οὐχ οἷ τʼ εἰπεῖν ἀλλʼ ἢ κατὰ τῶν ἠδικηκότων. πρὸς μὲν
          οὖν τούτους τοὺς λόγους καὶ ταῦτʼ ἴσως ἀρκέσει καὶ τάχʼ ἀντειπεῖν ἐξέσται. </p></div><div subtype="section" type="textpart" n="42"><p>ἐνθυμεῖσθε δʼ, εἰ καὶ τῳ δόξω δὶς περὶ τῶν αὐτῶν λέγειν, ὅτι πολλοὶ προσέχουσι ταύτῃ τῇ
          δίκῃ τὸν νοῦν, οὐ τῶν ἡμετέρων πραγμάτων φροντίζοντες, ἀλλʼ ἡγούμενοι περὶ τῶν συνθηκῶν
          εἶναι τὴν κρίσιν. οὓς ὑμεῖς τὰ δίκαια γνόντες ἀδεῶς οἰκεῖν ἐν τῇ πόλει ποιήσετε· εἰ δὲ μή,
          πῶς οἴεσθε διακείσεσθαι τοὺς ἐν ἄστει μείναντας, ἤν ὁμοίως ἅπασιν ὀργιζόμενοι φαίνησθε
          τοῖς μετασχοῦσι τῆς πολιτείας; </p></div></div></body></text></TEI>